Κλείω
Πρόλογος
Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἧδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῴ χρόνῳ ἐξίτηλα γένεται, μήτε ἔργα μεγάλα τε καὶ θωμαστά, τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα, ἀκλεᾶ γένηται, τὰ τε ἄλλα καὶ δι᾽ἧν αἰτίην ἐπολέμησαν ἀλλήλοισι.
1.
Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας φασί τῆς αἰτίους γενέσθαι τῆς διαφορῆς. τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομέμους ἐπὶ τήνδε τὴν θάλασσαν, καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι, αυτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι, ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος. τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ. ἀπικομένους δὲ τοὺς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίσεσθαι τὸν φόρτον. Πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπ᾽ἥς απίκοντο, ἐξεμπολημένων σφι σχεδὸν πάντων, ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλὰς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα· τὸ δὲ οἱ οὔνομα εἶναι, κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνές λέγουσι, Ἰοῦν τὴν Ἰνάχου· ταύτας στάσας κατὰ πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων σφι ἦν θυμὸς μάλιστα· καὶ τοὺς Φοίνικας διακελευσαμένος ὁρμῆσαι ἐπ᾽αὐτάς. τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν, τὴν δὲ Ἰοὺν σὺν ἄλλῃσι ἁρπασθῆναι. ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπ᾽Αἰγύπτου.
2.
οὕτο μὲν Ἰοῦν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι, οὐκ ὡς Ἕλληνές, καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι. μετὰ δὲ ταῦτα Ἑλλήνων τινὰ (οὐ γὰρ ἔχουσι τοὔνομα ἀπηγήσασθαι) φασὶ τῆς Φοινίκης ἐς Τύρον προσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην. εἴησαν δ᾽ἄν οὕτοι Κρῆτες. ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα γενέσθαι, μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι· καταπλώσαντας γὰρ μακρῇ νηί ἐς Αἶαν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν, ἐνθεῦτεν, διαπρηξαμένους καὶ τἄλλα τῶν εἵνεκεν ἀπίκατο, ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην. πέμπσαντα δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁπαργῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα. τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαργῆς· οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκεῖνοισι.
3.
δευτέρῃ δὲ λέγουσι γενῇ μετὰ ταῦτα Ἀλέξανδρον τὸν Πριάμου, ἀκηκοότα ταῦτα, ἐθελῆσαί οἱ ἐκ τῆς Ἑλλάδος δι᾽ἁρπαγῆς γενέσθαι γυναῖκα, ἐπιστάμενον πάντως ὅτι οὐ δώσει δίκας. οὐδὲ γὰρ ἐκείνους διδόναι. οὕτω δὴ ἁρπάσαντος αὐτοῦ Ἑλένην, τοῖσι Ἕλλησι δόξαι πρῶτον πέμψαντας ἀγγέλους ἀπαιτέειν τε Ἑλένην καὶ δίκας τῆς ἁρπαγῆς αἰτέειν. τοὺς δὲ, προϊσχομένων ταῦτα, προφέρειν σφι Μηδείης τὴν ἁρπαγήν, ὡς οὐ δόντες αὐτοὶ δίκας οὐδὲ ἐκδόντες ἀπαιτεόντων βουλοίατό σφι παρ᾽ἄλλων δίκας γίνεσθαι.
4.
μέχρι μὲν ὤν τοὺτου ἁρπαγὰς μούνας εἶναι παρ᾽ἀλλήλων, το δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι· προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἁσίην ἢ σφέας ἐς τὴν Εὐρώπην. Τὸ μὲν νυν ἀρπάζειν γυναῖκας ἀνδρῶν ἀδίκων ἔργον εἶναι, τὸ δὲ ἁρπασθεισέων σπουδὲν ποιήσασθαι τιμωρέειν ἀνοήτων, τὸ δὲ μηδεμίαν ὤρην ἔχειν ἁρπασθεισέων σωφρόνων· δῆλα γὰρ δὴ ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπαζοντο. σφέας μὲν δὴ τούς ἐκ τῆς Ἀσίης λέγουσι Πέρσαι ἁρπαζομενέων τῶν γυναικῶν λόγον οὐδένα ποιήσασθαι, Ἕλληνας δὲ Λακεδαιμονίης εἵνεκεν γυναικὸς στόλον μέγαν συναγεῖραι καὶ ἔπειτα ἐλθόντας ἐς τὴν Ἀσίην τὴν Πριάμου δύναμιν κατελεῖν. ἀπὸ τούτου αἰεὶ ἡγησάσθαι τὸ Ἑλληνικὸν σφίσι εῖναι πολέμιον. τὴν γὰρ Ἀσίην καὶ τὰ ἐνοικέοντα ἔθνεα βάρβαρα οἰκηιεῦνται οἱ Πέρσαι, τὴν δὲ Εὐρώπην καὶ τὸ Ἑλληνικὸν ἥγηνται κεχωρίσθαι.
5.
οὔτο μὲν Πέρσαι λέγουσι γενέσθαι, καὶ διὰ τὴν Ἰλίου ἅλωσιν εὐρίσκουσι σφίσι ἐοῦσαν τὴν ἀρχὴν τῆς ἔχθρης τῆς ἐς τοὺς Ἕλληνας. περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες· οὐ γὰρ ἁπαργῇ σφέας χρησαμένους λέγουσι ἀγαγεῖν αὐτὴν ἐς Ἀιγύπτον, ἀλλ᾽ὡς ἐν τῷ Ἄργεῇ ἐμίσγετο τῷ ναυκλήρῳ τῆς νέος· ἐπεὶ δὲ ἔμαθε ἔγκυος ἐοῦσα, αἰδεομένη τοὺς τοκέας οὕτω δὴ ἐθελοντὴν αὐτὴν τοίσι Φοίνιξι συνεκπλῶσαι, ὡς ἂν μὴ κατάδηλος γένεται. ταῦτα μὲν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι. εγὼ δὲ περὶ τούτον οὐκ ἔρχομαι ἐρήων ὡς οὕτω ἢ ἄλλως κῶς ταῦτα ἐγένετο, τὸν δε οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργον ἐς τοὺς Ἕλληνας, τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου, ὁμοίως σμικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών. τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν, τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε· τὰ δὲ ἐπ᾽ἐμεῦ ἦν μεγάλα, πρότερον ἦν σμικρὰ. τῆν ἀνθρωπηΐην ὢν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν, ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως.
6.
Κροῖσος ἢν Λύδος μὲν γένος, παῖς δὲ Ἀλυάττεο, τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὅς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἅνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον. οὕτως ὁ Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγὴν, τοὺς δὲ φίλους προσεποιήσατο. Κατεστρέψατο μὲν Ἰωνάς τε καὶ Αἰολέας καῖ Δωριέας τοὺς ἐν τῇ Ἀσίη, φίλους δὲ προσεποιήσατο λακεδαιμονίους. πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἠσαν ἐλεύθεροι· τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίην ἀπικόμενον Κροίσου ἐὸν πρεσβύτερον οὐ καταστροφὴ ἐγὲνετο τῶν πολίων ἀλλ᾽ἐξ ἐπιδρομῆς ἁρπαγή.
7.
ἡ δὲ ἡγεμονίη οὕτω περιῆλθε, ἐοῦσα Ἡερακλειδέων ἐς τὸ γένος τὸ Κροίσου, καλεομένους δὲ Μερμνάδας. ἦν Κανδαύλης, τὸν οἰ Ἕλληνές Μυρσίλον ὀνομάζονται, τύραννος Σαρδίων, ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος. Ἄγρων μὲν ὁ Νίνου τού Βήλου τοῦ Ἀλκαίου πρῶτος Ἠερακλειδέων βασιλεὺς ἐγένετο Σαρδίων, Κανδαύλης δὲ ὁ Μύρσου ὕστατος. οἰ δὲ πρότερον Ἄγρωνος βασιλεύσαντες ταύτης τῆς χώρης ἦσαν ἀπόγονοι Λύδου τοῦ Ἄτυος, απ᾽ὅτευ ὁ δῆμος Λύδιος ἐκλήθε ὁ πᾶς οὕτος, πρότερον Μηίων καλεόμενος. παρὰ τούτον Ἡρακλεῖδαι ἐπιτραφθεντες ἔσχον τῆν ἀρχὴν ἐκ θεοπροπίου, ἐκ δοῦλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος, ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεὰς ἀνδρῶν ἔτεα πέντε τε καὶ πεντακόσια, παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχὴν, μέχρι Κανδαῦλεω τοῦ Μύρσου.
8.
οὕτος δὴ ὦν ὁ Κανδαύλης ἠράσθε τῆς ἐὡυτοῦ γυναικὸς, ἐρασθεὶς δὲ ἐνόμιζε οἱ εῖναι γυναῖκα πολλὸν πασέων καλλίστην. ὥστε δὲ ταῦτα νομίζον, ἦν γὰρ οἱ τῶν αἰχμοφόρων Γύγες ὁ Δασκύλου ἀρσεκόμενος μάλιστα, τούτῳ τῷ Γύγῃ καὶ τὰ σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο ὁ Κανδαῦλης καὶ δὴ καὶ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων. χρόνου δὲ οὐ πολλοῦ διελθόντος (χρῆν γὰρ Κανδαῦλῃ γενέσθαι κακῶς) ἔλεγε πρὸς τὸν Γύγην τοιάδε. «Γύγε, οὐ γὰρ σε δοκέω πείσεσθαι μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός· (ὦτα γὰρ τυχάνει ἀνθρώποισι ἐόντα ἀπιστότερα ὀφθαλμῶν), ποιέε ὅκως ἐκείνην θεήσεαι γυμνήν.» ὅ δ᾽ἀμβώσας εἴπε «δέσποτα, τίνα λέγεις λόγον οὐκ ὑγιέα, κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνὴν; ἅμα δὲ κιθῶνι ἐκδύομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται, ἐκ τῶν μανθάνειν δεῖ· ἐν τοῖσι ἕν τόδε ἐστὶ, σκοπέειν τινὰ τὰ ἑωτοῦ. ἐγὼ δὲ πείθομαι ἐκεῖνην εἶναι πασέων γυναικῶν καλλίστην, καῖ σέο δέομαι μὴ δέεσθαι ἀνόμων».
9.
ὁ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο, ἀρροδέων μὴ τί οἱ ἐξ αὐτῶν γένεται κακὸν, ὁ δὲ ἀμείβετο τοῖσιδε. «θάρσεε, Γύγη, καὶ μὴ φορβεῦ μήτε εμὲ, ὡς σέο πειρώμενος λέγω λόγον τὸνδε, μήτε γυναῖκα τὴν ἐμὴν, μὴ τὶ τοι ἐξ αὐτῆς γένεται βλάβος. ἀρχήν γὰρ ἐγὼ μηχανέσομαι οὔτω ὥστε μηδὲ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ. ἐγὼ γὰρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω. μετὰ δ᾽ἐμὲ ἐσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον. κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος· ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἕν ἕκαστον ἐκδύνουσα θήσει, καὶ κατ᾽ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι. ἐπεὰν δὲ ἀπὸ τοῦ θρόνου στείχῃ ἐπὶ τὴν εὐνὴν κατὰ νῶτου τε αὐτῆς γένῃ, σοὶ μελέτο τὸ ἐνθεῦτην ὅκως μὴ σε ὄψεται ἰόντα διὰ θυρέων».
10.
ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἦν ἐτοῖμος· ὁ δὲ Κανδαῦλης, ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι, ἦγαγε τὸν Γύγεα ἐς τὸ οἲκημα. καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνἡ. ἐσλθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἷματα έθηεῖτο ὁ Γύγης. ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικὸς ἐς τὴν κοίτην, ὑπεκδὺς ἐχώρεε ἔξω, καὶ ἡ γυνὴ ἐπορᾷ μιν ἐξιόντα. μαθοῦσα δὲ τὸ ποιηθέν ἐκ τοῦ ἀνδρὸς οὔτο ἀνέβωσε αἰσχυνθεῖσα οὔτε έδοξε μαθεῖν, ἐν νοῶ ἔχουσα τίσεσθαι τὸν Κανδαύλεα. Παρὰ γὰρ τοῖσι Λυδοῖσι, σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι καὶ ἄνδρα ὀφθῆναι γυμνῶν αἰσχύνην μεγάλην φέρει.
11.
τότε μὲν δὲ οὕτω οὐδὲν δηλώσασα ἡζυχίην εἶχε. ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε, τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοῦς ἐόντας ἑωυτῇ, ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα. ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος· ἐώθεε γὰρ καὶ πρόσθε, ὅκως ἡ βασίλεια καλέοι, φοιτᾶν. ὠς δὲ ὁ Γύγης ἀπίκετο, ἔλεγε ἡ γυνὴ τάδε. «νῦν τοι δυοῖν (ὁδῶν) παρεουσέων, Γύγη, δίδωμι αἵρεσιν, ὁκοτέρην βούλεαι τραπέσθαι. ἤ γὰρ Κανδαῦλεα ἀποκτεινας ἐμέ τε καὶ τῆν βασιληΐην ἔχε τὴν Λυδων, ἢ σε τὸν αὐτίκα οὕτω ἀποθνήκειν δεῖ, ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαῦλῃ τοῦ λοιποῦ ἶδῃς τὰ μὴ σε δεῖ. ἀλλ᾽ἦτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι, ἤ σὲ, τὸν ἐμὲ γυμνὴν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα». ὁ δὴ Γύγης τέως μὲν ἀπεθώ(υ)μαζε τὰ λεγόμενα, μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ (ἐνδεῖν) ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν. οὔκων δὴ ἔπειθε, ἀλλ᾽ὥρα ἀναγκαίην ἀληθέως προκειμένην, ἢ τὸν δεσπότεα ἀπολλύναι, ἢ αὐτὸν ὑπ᾽ἄλλων ἀπολλυσθαι· αἱρέεται αὐτὸς περιεῖναι. ἐπειρώτα δὴ λέγων τάδε. «ἐπεί με ἀναγκαζεις δεσπότεα τὸν ἐμὸν κτεῖνειν οὐκ ἐθέλοντα, φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῳ». ἧ δὲ ὑπολαβοῦσα ἔφη «ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὁθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνὴν, ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται».
12.
ὡς δὲ ἤρτυσαν τὴν ἐπιβουλὴν, νυκτὸς γενομένης (οὐ γὰρ ἐμετίετο ὁ Γύγης, οὐδὲ οἱ ἦν ἀπαλλαγὴ οὐδμία, ἀλλ᾽ἔδεε ἦ αὐτὸν ἀπολωλέναι ἦ Κανδαύλεα) εἴπετο ἐς τὸν θάλαμον τῇ γυναικὶ, καὶ μιν ἐκείνη, ἐγχειρίδιον δοῦσα, κατακρύπται ὑπὸ τὴν αὐτὴν θύρην. Καὶ μετὰ ταῦτα ἀναπαυομένου Κανδαῦλεω ὑπεκδὺς τε καὶ ἀποκτείνας αὐτὸν ἔσχε καὶ τὴν γυναῖκα καὶ τὴν βασιλΐην Γύγης τοῦ καὶ Ἀρχίλοχος ὁ Πάριος κατὰ τὸν αὐτὸν χρόνον γενόμενος ἐν ἰάμβῳ τριμέτρῳ ἐπεμνήσθε.
13.
ἔσχε δὲ τὴν βασιληΐην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου. ὡς γὰρ δὴ οἱ Λυδοὶ δεινὸν ἐποιεὺντο τὸ Κανδαύλεω πάθος καὶ ἐν ὅπλοισι ἦσαν, συνέβησαν ἐς τὠυτὸ οἵ τε τοῦ Γύγεω στασιῶται καὶ οἱ λοιποὶ Λυδοί, ἤν μὲν τὸ χρηστήριον ἀνέλῃ μιν βασιλέα εῖναι τῶν Λυδῶν, τόνδε βασιλεύειν, ἤν δὲ μὴ, ἀποδοῦναι ὀπίσω ἐς Ἡρακλείδας τὴν ἀρχήν. ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης. τοσόνδε μέντοι εῖπε ἡ Πυθίη, ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω. Τούτου τοῦ ἔπεος Λυδοί τε καὶ οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο, πρὶν δὴ ἐτελέσθη.
14.
τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερνάδαι τοὺς Ἑρακλείδας ἀπελόμενοι, Γύγες δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα, ἀλλ᾽ὅσα μὲν ἀργύρου ἀναθήματα, οἱ πλεῖστα ἐν Δελφοῖσι, πάρεξ δὲ τοῦ ἀργύου χρσυὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστὶ, κρητῆρες οἱ ἀριθμὸν ἕξ χρύσεοι ἀνακέαται. ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θεσαυρῷ, σταθμὸν ἔχοντες τριήκοντα τάλαντα· ἀλεθεὶ δὲ λόγῳ χρεομένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ ὁ θησαυρός, ἀλλὰ Κυψέλου τοῦ Ἡετίωνος. οὕτος δὲ ὁ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδιέω Φρυγίης βασιλέα. ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε, ἐόντα ἀξιοθέητον· κεῖται δὲ ὁ θρόνος οὕτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες. ὁ δὲ χρυσὸς οὕτος καὶ ὁ ἄργυρος τὸν ὁ Γύγης ἀνέθηκε, ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην. ἐσέβαλε μὲν νυν στρατιὴν καὶ οὕτος ἐπείτε ἢρξε ἐς τε Μίλετον καὶ ἐς Σμύρνην εἵλε· οὐδὲν γὰρ μέγα ἀπ᾽αὐτοῦ ἀλλο ἔργον ἐγένετο βασιλεύσαντος δυῶν δέοντα τεσσεράκοντα ἔτεα, τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες.
15.
Ἄρδυος τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι. Οὕτος δὲ Πρινέας τε εἴλε ἐς Μίλετόν τε ἐσέβαλε, ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον.
16.
Ἀρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο Σαδυάττες ὁ Ἀρδύος, καὶ ἐβασίλευσε ἔτεα δυώδεκα, Σαδυάττεω δὲ Ἀλυάττης. οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι, Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε, Σμυρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν εἷλε, ἐς Κλαζομενὰς τε ἐσέβαλε. ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε, ἀλλὰ προσπταίσας μεγάλως.
17.
ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε. ἐπολέμησε Μιλησίοισι, παραδεξάμενος τὸν πόλεμον παρὰ τοῦ πατρός. ἐπελαύνων γᾶρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε· ὅκως μὲν ἐν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρὸς, τηνίκαυτα ἐσέβαλλε τὴν στρατιήν· ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηΐου τε καὶ ἀνδρηΐου. ὡς δὲ ἐς τὴν Μιλησίην ἀπίκοιτο, οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὔτε κατέβαλλε, οὔτε ἐνεπίμπρη, οὔτε θύρας ἀπέσπα, ἔα δὲ κατὰ χώρην ἑστάναι· ὁ δὲ τὰ τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε, ἀπαλλάσσετο ὀπίσω. τῆς γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον, ὥστε ἐπέδρης μὴ εἶναι ἔργον τῇ στρατιῇ. τὰς γὰρ οἰκίας οὐ κατέβαλλε ὁ Λυδὸς τῶνδε εἶνεκα, ὅκως ἔχοιεν ἐνθεῦτην ὁρμεώμενοι τὴν γὴν σπείρειν τε καὶ ἐργάζεσθαι οἱ Μιλήσιοι, αὐτὸς δὲ, ὲκείνων ἐργαζομένων, ἔχοι τι καὶ σίνεσθαι ἐσβάλλων.
18.
ταῦτα ποιέων ἐπολέμεε ἔτεα ἕνδεκα, ἐν τοῖσι τρώματα μεγάλα διαφάσια Μιλησίων ἐγένετο, ἔν τε Λιμενίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ. τὰ μὲν νυν ἕχ ἔτεα τῶν ἕνδεκα Σαδυάττες ὁ Ἄρδυος ἔτι Λυδῶν ἦρχε, ὁ καὶ ἐσβάλλων τηνικαῦτα ἐς τὴν Μιλησίην τὴν στρατίην· Σαδυάττες οὗτος γὰρ καὶ ὁ τὸν πόλεμον ἦν συνάψας· τὰ δὲ πέντε τῶν ἑτέων τὰ ἐπόμενα τοῖσι ἕξ Ἀλυαττες ὁ Σαδυάττεω ἐπολέμεε, ὃς παραδεξάμενος, ὡς καὶ πρότερον μοι δεδὴλωται, παρὰ τοῦ πατρὸς, τὸν πόλεμον προσεῖχε ἐντεταμένως. τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰωνων συνεπελάφρυνον ὅτι μὴ Χίοι μοῦνοι. οὗτοι δὲ τὸ ὅμοιων ἀνταποδιδόντες ἐτιμώριον· καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν.
19.
τῷ δὲ δυωδεκάτῳ ἔτεΐ Ληίου ἐμπιπραμένου ὑπὼ τῆς στρατιῆς συνηνείχθη τι τοιόνδε γενέσθαι πρῆγμα· ὡς ἅφθη τάχιστα τὸ Λήιον, ἀνέμῳ βιόμενον ἅψατο νηοῦ Ἀθεναίης ἐπίκλησιν Ἀσσυρίης, ἅφθεις δὲ ὁ νηὸς κατεκαύθη. καῖ τὸ παραυτίκα μὲν λόγος οὐδεὶς ἐγένετο, μετὰ δὲ τῆς στρατιῆς ἀπικομενὴς ἐς Σάρδις ἐνόσησε ὁ Ἀλυάττες. μακροτέρης δε οἱ γινομένης τὴς νούσου πέμπει ἐς Δελφοὺς θεοπρόπους, εἴτε δὴ συμβουλεύσαντὸς τευ, εἴτε καὶ αὐτῷ ἔδοξε πέμψαντα τὸν θεὸν ἐπειρέσθαι περὶ τὴς νούσου. τοῖσι δὲ ἡ Πυθίη ἀπικομένοισι ἐς Δελφοὺς οὐκ ἐφη χρήσειν πρὶν ἢ τὸν νηὸν τῆς Ἀθηναίης ἀνορθώσωσι, τὸν ἐνεπρήσαν χώρης τῆς Μιλησίης ἐν Ἀσσησῷ.
20.
Δελφῶν οἲδα ὲγὼ οὔτω ἀκούσας γενέσθαι· Μιλήσιοι δὲ τάδε προστιθεῖσι τούτοισι. Περίανδρον τὸν Κυψέλου ἐόντα Θρασυβούλῳ τῷ τότε Μιλήτου τυραννεύοντι ξεῖνον ἐς τὰ μάλιστα, πυθόμεμνον τὸ χρηστήριον τὸ τῷ Ἀλυάττῃ γενόμενον, πέμψαντα ἄγγελλον κατεπεῖν, ὅκως ἂν τι προειδὼς πρὸς τὸ παρεὸν βουλεύηται. Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι.
21.
Ἀλυάττης δὲ, ὡς οἱ ταῦτα ἐξαγγέλθη, αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅδον ἂν τὸν νηὸν οἰκοδομέῃ. ὃ μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν, Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον, καὶ εἰδὼς τὰ Ἀλθάττης μέλλοι ποιήσειν, μηχανᾶται τοιάδε· ὅσος ἢν ἐν τοῦ ἄστεϊ σῖτος καὶ ἐωτοῦ καὶ ἰδιωτικὸς, τοῦτον πάντα συγκομίσας ἐς τὴν ἀγορὴν προεῖπε Μιλησίοισι ἐπεὰν αὐτὸς σημήνῃ, τὸτε πίνειν τε πάντας καὶ κώμῳ χρᾶσθαι ἐς ἀλλήους.
22.
ταῦτα δὲ ἐποίεέ τε προηεγόρευε Θρασύβουλος τῶνδε εἵνεκεν, ὅκως ἂν δὴ ὁ Σαρδιηνὸς ἰδῶν τε σωρὸν μέγαν σίτου κεχυμένον καὶ τοὺς ἀνθρώπους ἐν εὐπαθείῃσι ἐόντας ἀγγείλῃ Ἀλυάττῃ· τὰ δὴ καὶ ἐγένετο. ὡς γὰρ δὴ ἰδών τε ἐκεῖνα ὁ κῆρυξ καὶ εἶπας πρὸς Θραςύβουλον το῀θ Λύδου τὰς ἐντολὰς ἀπῆλθε ἐς τὰς Σάρδις , ὡς ἐγὼ πυνθάνομαι, δι᾽οὐδὲν ἄλλο ἐγένετο ἡ διαλλαγή. ἐλπίζον γὰρ ὁ Ἀλυάττης σιτοδείην τε εἶναι ἰσχυρὴν ἐν τῇ Μιλήτῳ καὶ τὸν λεὼν τετρῦσθαι ἐς τὸ ἔσχατον κακοῦ, ἤκουε τοῦ κήρυκος νοστήσαντες ἐκ τῆς Μιλήτου τούς ἐναντίους λόγους ἢ ὡς αὐτὸς κατεδόκεε. Μετὰ δὴ ἥ τε διαλλογή σφι ἐγένετο ἐπ᾽ᾧ τε ξεῖνους ἀλλήλοισι εἶναι καὶ συμμάχους, καὶ δύο τε ἀντὶ ἑνὸς νηοὺς τῇ Ἀθηναίῃ οἰκοδόμησε ὁ Ἀλυάττης ἐν τῇ Ἀσσησῷ, αὐτός τε ἐκ τῆς νούσου ἀνέστη. Κατὰ μὲν τὸν πρὸς Μιλησίους τε καὶ Θρασύβουλον πόλεμον Ἀλυαττῃ ὥδε ἔσχε.
23.
Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος ὁ τῷ Θρασυβούλῳ τὸ χρηστήριον μησύσας· ἐτυρράνευε δὲ ὁ Περίανδρος Κορίνθου· τῷ δὴ λέγουσι Κορίνθιοι (ὁμολογέουσι δὲ σφι Λέσβιοι) ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι, Ἀρίονα τὸν Μηθυμναίον ἐπὶ Ταίναρον, ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον, καὶ διθυράμβον πρῶτον ἀνθρώπων ἡμεῖς ἴδμεν ποιήσαντὰ καὶ διδάξαντα ἐν Κορίνθῳ.
24.
τοῦτον τὸν Ἀρίονα λέγουσι, τὸν πόλλον τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην, ἐργασάμενον δὲ χρῆματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κορίνθον ἀπικέσθαι. ὁρμάσθαι μὲν νυν ἐκ Τάραντος, πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον ἢ μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων. Τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀριόνα ἐκβαλόντας ἔχειν τὰ χρήματα. τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι, χρήματα μὲν σφι προϊέντα, ψυχὴν δὲ παραιτεόμενον. οὔκων δὴ πεῖθειν αὐτὸν τούτοισι, ἀλλὰ κελεύειν τοὺς πορθμέας ἢ αὐτὸν διαχρασθαί μιν, ὡς ἂν ταφῆς ἐν γῇ τῦχῃ, ἢ ἐκπεδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην· ἀπειληθέντα δὴ τὸν Ἀριονα ἐς ἀπορίην παραιτήσασθαι, ἐπειδὴ σφι οὕτω δοκέοι περιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἐδωλίοισι ἀεῖσαι· ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι. Καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἐκ τὴς πρύνης ἐς μέσην νέα. τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην, στάντα ἐν τοῖσι ἐδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθον, τελευτώντος δὲ τοῦ νόμου ῥίψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σῦν τῇ σκευῇ πάσῃ. καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον, τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον. ἀποβάντα δὲ αὐτὸν χωρέειν ἐς Κόρινθον σῦν τῇ σκευῇ, καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός. Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀριονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα, ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων. ὡς δὲ ἄρα παρεὶναι αὐτοὺς, κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Αρίονος. φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίην καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι, ἐπιφανηῆναί σφι τὸν Ἀριονα ὡσπερ ἔχων ἐξεπήδεσε· καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι. ταὖτα μὲν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι, καὶ Ἀρίονος εστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ, ἐπὶ δελφίνος ἐσπέων ἄνθρωπος.
25.
Ἀλυαττης δὲ ὁ Λυδὸς τὸν πρὸς Μιλησίους πὸλεμον διενείκας μετέπειτα τελευτᾷ, βασιλεύσας ἔτεα ἑπτὰ καὶ πεντήκοντα. ἀνέθηκε δὲ ἐκφυγὼν τὴν νοῦσον δεύτερος οὕτος τῆς οἰκίης ταύτης ἐς δελφοὺς κρητήρά τε ἀργύρεον μέγαν καὶ ὑποκρητηρίδιον σιδήρεον κολλητόν, θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων, Γλαύκου τοῦ Χίου ποιήμα, ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε.
26.
τελευτήσαντος δὲ Αλυάττεω, ἐξεδέξατο τὴν βασιλίην Κροῖσος ὁ Ἀλυάττεω, ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα· ὄς δὴ οἱ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐπηεσίοισι. ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπ᾽αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι, ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος. ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος, ἢ τότε ἐπολιορκέετο, καῖ τοῦ νηοῦ ἑπτὰ στάδιοι. πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρεσε ὁ Κροῖσος, μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἱώνων τε καὶ Αεολέων, ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων, τῶν μὲν ἐδυνατο μέζονας παρευρίσκειν, μέζονα ἐπαιτιώμενος, τοῖσιν δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων.
27.
ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόροῦ ἀπαγωγήν, τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι. ἐόντων δὲ οἱ πάντω ἑτοἰμων ἐς τὴν ναυπηγίην, οἵ μὲν Βίαντα λέγουσι τὸν Πρινέα ἀπικόμενον ἐς Σάρδις, οἵ δὲ Πιττακὸν τὸν Μυτιληναῖον, εἰρομένου Κροῖσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἕλλαδα, εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην. «ὦ βασιλεῦ, νησιώται ἵππον συνωνέονται μυρίην, ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι.» Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν «αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νητιώτησι, ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι. τὸν δὲ ὑπολαβόντα φάναι «ὦ βασιλεῦ, προθύμος μοι φαίνεαι εὔξασθαι νησώτας ἱππευομύνους λαβεῖν ἐν ἠπείρῳ, οἰκότα ἐλπίζων νησιώτας δὲ τί δοκέεις ἔυχεσθαι ἄλλο ἤ, ἐπείτε τάχιστα ἐπύθοντό σε μέλλοντα ἐπὶ σφίσι ναυπηγέεσθαι νέας, λαβεῖν ἀρόμενοι Λυδοὺς ἐν τῇ ἠπείρῳ οίκημένων Ἑλλήνων τίσωονταί σε, τοὺς σὺ δουλώσας ἔχεις». κάρτα δὲ ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καὶ οί, προσφυέως γὰρ δόξαι λέγειν, πειθόμενον παύθασθαι τῆς ναυπηγίης. καὶ οὔτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο.
28.
χρόνου δὲ ἐπιγινομένου καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυς ποταμοῦ οἰκημένων· πλὴν γὰρ Κιλίκων καὶ Λυκίων τοὺς ἄλλους πάντας ὐπ᾽ ἑωυτῷ εἶχε καταστρεψάμενος ὁ Κροῖσος. εἰσὶ δὲ οἴδε, Λυδοί, Φρύγες, Μυσοί, Μαριανδυνοί, Χάλυβες, Παφλαγόνες, Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί, Κᾶρες, Ἴωνες, Δωριέες, Αἰολέες, Πάμφυλοι·
29.
κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου Κροῖσου Λυδοῖσι, ἀπικνέονται ἐς Σάρδις ἀκμαζούσας πλοὺτῳ ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταί, οἵ τοῦτον τὸν χρόνον ἐτύχανον ἐόντες, ὡς ἕκαστος αὐτῶν ἀπικνέοιτο, καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος, ὃς Ἀθηναὶοισι νόμους κελεύσασι ποιήσας ἀπεδήμησε ἔτεα δέκα κατὰ θεωρίης πρόφασιν ἐκπλώσας, ἵνα δὴ μη τινα τῶν νόμων ἀναγκασθῇ, λῦσαι τῶν ἔθετο. αὐτοὶ γὰρ οὺκ οἷοὶ τε ἦσαν αὐτὸ ποιήσαι Ἀθηναίοι· ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισι τοὺς ἄν σφι Σόλων θῆται.
30.
αὐτῶν δὴ ὠν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σολων εἴνεκεν ἐς Ἀἴγυπτον ἀπίκετο παρὰ Ἅμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον. ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοὺ Κροίσου· μετὰ δὲ ἡμέρῃ τρίτῃ ἢ τετάρῃ κελεύσαντος Κροίσου τὸν Σόλονα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς, καὶ ἐπεδείνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια. θεησάμενον δε μιν τὰ πάντα καὶ σκεψάμενοι ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε, «ξεῖνε Ἀθηναῖε, παρ᾽ἡμέας γὰρ περὶ σέο λόγος ἀπίκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης, ὡς φιλιοσοφέων νῦν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυσας· νῦν ὠν ἐπειρέσθαι με ἱμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον.» ὅ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα· Σολον δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει «ὦ βασιλεῦ, Τέλλον Ἀθηναῖον.» ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὴν εἴρετο ἐπιστρφέως· «κοίῃ δὴ κρίνεις Τέλλον εἴναι ὀλβιώτατον;» ὀ δὲ εἴπε Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης, παῖδες ἤσαν καλοὶ τε καγαθοί, καὶ σφι εἴδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα· τοῦτο δὲ τοὺ βιοῦ εὖ ἥκοντι, ὡς τὰ παρ’ ἡμῖν, τελευτὴ τοῦ βιοῦ λαμπροτάτη ἐπεγένετο· γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι, βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καὶ μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ ἔπσε καὶ ἐτίμησαν μεγάλως.
31.
ὢς δὲ τὰ κατὰ τὸν Τέλλον προετρέψατο ὁ Σόλον τὸν Κροῖσον εἴπας πολλὰ τε καὶ ὀλβία, ἐπειρώτα τίνα δεύτερον μετ᾽έκεῖνον ἴδοι, δοκέων πάγχυ δευτερεῖα γῶν οἴσεσθαι. ὂ δ᾽εἶπε «Κλέοβίν τε καὶ Βίτωνα. τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος δὲ ἀρχέων ὑμῖν, καὶ πρὸς τοῦτῳ ῥώμη σώματος τοιήδε· ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος. ἐούσης ὁρτῆς τῇ Ἥρῃ τοῖσι Ἀργείοισι ἔδεε πάντως τὴν μετέρα αὐτῶν ζεύγεϊ κομισθῆναι ἐς τὸ ἱρὸν, οἱ δὲ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ· ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἵλκον τὴν ἅμαξαν, ἐπὶ τῆς ἁμάξης ἡ μήτερ· σταδίους δὲ πεντε καὶ τεσσεράκοντα διακομίσαντες απίκοντο ἐς τὸ ἱρόν. ταῦτὰ δε σφι ποιήσασι καὶ ὀφσεῖσι ὑπὸ τῆς πανηγύριος τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο. Διέδεξέ τε ἐν τούτοισι ὁ θεὸς ὡς ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζώειν. Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησε· ἡ δὲ μήτηρ περιχαρὴς ἐοῦσα τῷ τε ἔργῳ καῖ τῇ φήμῃ στάσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι, οἴ μιν ἐτίμησαν μεγάγλως, τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί. Μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσαν τε καὶ εὐωχήθησαν, κατακοιμηθέντες ἐν αὐτῷ τὸ ἱρῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν ἀλλ᾽ ἐν τέλεϊ τούτῳ ἔσχοντο. Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένῶν.»
32.
Σόλον μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι, Κροῖσος δὲ σπερχθεὶς εἶπε «ὦ ξείνε Ἀθηνεῖε, ἡ δ᾽ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὴν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας;» ὁ δὲ εἶπε «ὦ Κροῖσε, εἰστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερὸν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων περὶ. ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μη τις ἐθέλει, πολλὰ δὲ καὶ πᾶθειν. ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι. οὖτοι έόντες ἐνιαυτοὶ ἑβδωμήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχίλιας καὶ δισμυρίας, ἐμβολίμου μηνὸς μὴ γινομένου· εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι, ἵνα δὴ αἱ ὧραι συνβαίνωσι παραγινόμεναι ἐς τὸ δέον, μῆνες μὲν παρὰ τὰ ἑβδωμήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε, ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα. τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδωμήκοντα καὶ δισμυριέων, ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὄμοιον προσάγει πρὶν δ᾽τελευτήσῃ, ἐπισχεῖν, μηδὲ καλέειν κω ὄλβιον αλλ᾽εὐτυχέα. τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθτρωπον ἐόντα ἀδύνατόν ἐστι, ὧσπερ χωρῇ οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα, ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται· ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ, αὕτη ἀρίστη. ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστὶ· τὸ μὲν γὰρ ἔχει, ἄλλου δὲ ἐνδέες ἐστὶ· ὃς δ᾽ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον, οὖτος παρ᾽ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι. σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτὴν, κῇ ἀποβήσεται· πολλοῖσι γὰρ δὴ προῤῥίζους ἀνέτρεψε.»
33.
ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο, οὐτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται, κάρτα δόξας ἀμαθέα εἶναι, ὅς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε.
34.
μετὰ δὲ Σόλωονα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροίσον ὠς εἰκάσαι, ἐνόμισε ἑωυτὸν εἶναι ἀνθτρώπων ἁπάντων ὀλβιώτατον. αὐτίκα δε οἱ εὕδοντι επέστη ὄνειρος, ὅς οἱ τἠν ἀληθείην ἔφαινη τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα. ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες, τῶν οὕτερος μὲν διέφθαρτο, ἦν γὰρ δὴ κωφός, ὁ δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος· οὔνομα οἱ ἦν Ἄτυς. τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίςῳ ὁ ὄνειρος, ὡς ἀπολέει μιν αἰχμῇ σιδερέῃ βληθέντα. ὅ δ᾽ἐπείτε ἐξηγέρθη καἰ ἑωυτῳ λόγον ἔδωκε, καταρρωδήσας τὸν ὄνειρον ἂγεται μὲν τῳ παιδὶ γυναίκα, ἐωθότα δὲ στρατεγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἒτι έπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε· ἀκόντια δἐ καἰ δοράτια καἰ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι, ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὐς θαλάμους συνένησε, μή τί οἱ κρεμάμενον τῳ παιδὶ ἐμπέσῃ.
35.
ἔχοντες δε οἱ ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον, ἀπικνέεται ἐς τὰς Σάρδις ανὴρ συμφορὴ ἐχόμενος καὶ οὐ καθαρὸς χείρας, ἐὼν Φρὺξ μὲν γενέῃ, γένεος δὲ τοῦ βασιληίου. παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους, καθαρσίου ἐδέετο κυρῆσαι, Κροῖσος δε μιν ἐκάθηρε. ἔστι δὲ παραπλησίη ἡ κάθαρσοις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι. ἐπείτε δὲ τά νομιζόμενα ἐποίησε ὁ Κροῖσος, ἐπυνθάνετο ὁκόθεν τε καἰ τίς εῖη, λέγων τάδε· «ὢνθρωπε, τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἧκων ἐπίστιός μοι ἐγένεο; τίνα τε ἀνδρῶν ἣ γυναικῶν ἐφόνευσας;» ὁ δὲ ἀμείβετο «ὦ βασιλεῦ, Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παίς, ὀνομαζομαι δὲ Ἅδρηστος, φονεύσας δὲ ἀδελφεὸν ἐμεωτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων.» Κροίσος δὲ μιν ἀμείβετο τοῖσιδε· «ἀνρδῶν τε φίλων τυχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους, ἔνθα άμηχανήσεις χρήματος οὐδενὸς μένῶν ἐν ἡμετέρου, συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον.» ὅ μἐν δὴ δίαιταν εἶχε Κροίσου.
36.
ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ϋὼς χρῆμα γίνεται μέγα· ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε. πολλάκις δὲ οἱ Μυσοὶ ἐπ᾽αὐτὸν ἐξελθόντες ποιέεσκον μέν κακὸν οὐδέν, ἔπασχον δὲ πρὀς αὐτοῦ. τελος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε, «ὠ βασιλεῦ, ὑὸς χρὴμα μέγιστον ἀνεφάνη ἡμὶν ἐν τῇ χώρῃ, ὃς τὰ ἔργα διαφθείρει. τοῦτον προθυμεόμενοι ἐλεῖν οὐ δυνάμεθα. νῦν ὠν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν, ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης.» οἵ μἐν δὴ τούτον ἐδέοντο. Κροῖσος δὲ μνημονεύων τῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε. «παιδὀς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι· οὐ γὰρ ἄν ὑμῖν συμπέμψαιμι· νεόγαμός τε γὰρ ἐστὶ καὶ ταύτά οἱ νῦν μέλει. Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω, καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἴναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θερίον ἐκ τῆς χώρης.» ταῦτα ἀμειψατο·
37.
ἀποχρεωμένῶν δἐ τούοισι τῶν Μυσῶν, ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί. οὐ φαμένου δὲ τοῦ Κροίσου τον γε παῖδα σφι συμπέμψειν, λέγει πρὸς αὐτὸν ὁ γεηνίες τάδε. «ὦ πάτερ, τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν· νῦν δὲ αμφοτέρων με τούτων ἀποκληίσας ἔχεις, οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι; κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἴναι, κοῖος δὲ τις τῇ νεογάμῳ γυναικί; kοῖω δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν; ἐμὲ ὤν σὺ μέτες ἰέναι ἐπὶ τῆν θήρην, ἤ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα.»
38.
αμείβεται Κροίσος τοῖσιδε. «ὤ παῖ, οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών, τοι ποιέω ταῦτα, ἀλλά μοι όψσις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι· ϋπο γὰρ αἰχμῆς σιδερέης ἀπολέεσθαι. πρὸς ὠν τὴν ὄ όψιν ταύτην τὸν τε γάμον τοι τοῦτον ἔσπευσα καὶ ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω, φυλακὴν ἔχων, εἴ κως δυναίμην ἐπὶ τῆς ἐμῆς σε ζόης διακλέψαι. εἷς γὰρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς· τὸν γὰρ δὴ ἕτερον διεφθαρμένον τὴν ἀκοὴν οὺκ εἴναι μοι λογίζομαι.»
39.
ἀμείβεται ὁ νεηνίης τοῖσιδε. «ζυγγνώμη μὲν ὢ πάτερ τοι, ἰδόντι γε ὄψιν τοιαῦτην, περὶ ἐμὲ φυλακὴν ἔχειν· τὸ δὲ οὐ μανθάνεις ἀλλὰ λέληθέ σε τὸ ὄνειροω, ἐμέ τοι δίκαιόν ἐστι φράζειν. φῆς τοι τὸ ὄνειρον ὑπὸ αἰχμὴ σιδηρέητὴν φάναι έμὲ τελευτήσειν. ὑὸς δὲ κοῖαι μέν εἰσι χεῖρες, κοίη δὲ αἰχμὴ σιδηρέη ἦν σὺ φοβέαι; εἰ μὲν γὰρ ὑπὸ ὀδόντος τοι εἴπε τελευτήσειν με, ἢ ἂλλου τευ ὅ τι τούτῳ ἔοικε, χρῆν δὲ σε ποιέειν τὰ ποιέεις· νῦν δὲ ὑπὸ αἰχμῆς. ἐπείτε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται ἡ μάχη, μέτες με.»
40.
ἀμείβεται Κροίσος «ὦ παῖ, ἔστι τῇ με νικᾷς γνώμεν ἀποφαίνων περὶ τοῦ ἐνυπνίου. ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω, μετίημί τε σὲ ἰέναι ἐπὶ τὴν ἄγρην.»
41.
εἴπας δὲ ταῦτα ὁ Κροίσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον, ἀπικομένῳ δε οἱ λέγει τάδε. «Ἄδρηστε, ἐγώ σε συμφορῇ, πεπληγμέον ἀχάρι, την τοι οὐκ ὀνειδίζω, ἐκάθερα καἰ οἰκίοισι ϋποδεξάμενος ἔχω, παρέχον πᾶσαν δαπάνην. νῦν ὤν (ὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι) φύλακα παιδὸς σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου, μή τινες κατ᾽ὁδὸν κλώπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν. πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι χρεόν πατρώιόν τε γὰρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει.»
42.
ἀμείβεται ὁ Ἄδρηστος «ὦ βασιλεὺ, ἄλλως μὲν ἔγωγε ἄν οὐκ ἤια ἐς ἄεθλον τοιόνδε· οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι, οὔτε τὸ βούλεσθαι πάρα, πολλαχῇ τε ἂν ἶσχον ἑμεωυτόν. νῦν δὲ, ἐπείτε σὺ σπεύδεις καὶ δεῖ τοι χαρίζεσθαι (ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσι), ποιέειν εἰμὶ ἕτοιμος ταῦτα, παῖδά τε σὸν, τὸν διακελεύεαι φυλάσσειν, ἀπήμονα τοῦ φυλάσσοντος εἵνεκεν προσδόκα τοι ἀπονοστήσειν.»
43.
τοιούτοισι ἐπεὶτε οὗτος ἀμείψατο Κροῖσον ἤισαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάδι τε νεηνίῃσι καὶ κυσί. ἀπικόμενοι δὲ ἐς τὸν Οὔλυμπον τὸ ὄρος, ἐξήτεον τὸ θηρίον· εὑρόντες δὲ, καὶ περιστάντες αὐτὸ κύκλῳ, ἐσηκόντοζον. ἔνθα δὴ ὁ ξεῖνος, οὕτος δὴ ὁ καθαρθεὶς τὸν φόνον, καλεόμερνος, δὲ Ἄδραστος, ἀκοντίζον τὸν σῦν, τοὺ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τοῦ Κροίσου παιδός. ὁ μὲν δὴ βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην. ἔδεε δε τις ἀγγελέων τῷ Κροισῳ τὸ γεγονὸς· ἀπικόμενος δὲ ἐς τὰς Σάρδις, τήν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ.
44.
ὁ δὲ Κροῖσος, τῷ θανάτῳ τοῦ παιδὸς συντεταραγμένος, μᾶλόν τι ἐδεινολογέετο, ὅτι μιν ἀπέκτεινετὸν αὐτὸς φόνου ἐκάθηρε. περιημεκτέων δὲ τῇ ζυμφορῇ δεινῶς, ἐκάλεε μὲν Δία καθάρσιον, μαρτυρόμενος τὰ ὑπὸ τοῦ ξείνοῦ πεπονθὼς εἴη· ἐκάλεε δὲ Ἐπιστιόν τε καὶ ἐταιρήϊων, τὸν αὐτὸν τοῦτον ονομάζον θεόν, τὸν μὲν Ἐπίστεον καλέων διότι δὴ οἰκίοισι ὑποδεξάμενος τὸν ξεῖνον φονέα τοῦ παιδὸς ἐλάνθανε βόσκων, τὸν δὲ ἑταιρήιον, ὡς φύλακα συμπέμψας αὐτὸν εὑρήκοι πολεμιώτατον.
45.
παρῆσαν δὲ μετὰ τοῦτο οἱ Λυδοὶ φέροντες τὸν νεκρόν, ὄπισθε δὲ εἵπετό οἱ ὁ φονεύς. στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ, παρεδίδου ἑωυτοῦ Κροίςῳ, προτείνων τὰς χεῖρας, ἐπικατασφάξαι μιν κελεύων τῷ νεκρῷ· λέγων τήν τε προτέρην ἑωυτοῦ συμφορὴν, καὶ ὡς ἐπ᾽ἐκείνῃ τὸν καθήραντα ἀπολωλεκὼς εἴη βιώσιμον. Κροῖσος δὲ τοῦτων ἀκούσας, τὸν τε Ἄρηστον κατοικτείρει, καίπερ ἐὼν ἐν κακῷ οἰκηΐῳ τουσούτῳ, καὶ λέγει ποὸς αὐτόν· «Ἐχω, ὦ ξεῖνε, παρὰ σεῦ πᾶσαν τὴν δίκην, ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον. εἶς δὲ οὐ σύ μοι τοῦδε τοὺ κακοῦ αἶτιος, εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαω· ἀλλὰ θεῶν κου τις, ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι.» Κροῖσος μέν νυν ἔθαψε ὡς οἰκὸς ἦν τὸν ἕωυτοὺ παῖδα. Ἄδρηστος δὲ ὁ Γορδιέω τοῦ Μίδεω, οὕτος φὴ ¨ο φονεὺς μὲν τοῦ ἑωαυτοῦ ἀδελφοῦ γενόμενος, φονεὺς δὲ τοῦ καθήραντος, ἐπείτε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα, συγγινωσκόμενος ἀνθρῶπων εἶναι τῶν αὐτὸς ἤειδε βαρυσυμφορότατος, ἑωυτοῦ ἐῖπικατασφάξει τῷ τύμβῳ. Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μαγάλῳ καθῆστο, τοῦ παιδὸς ἐστερημένος.
46.
μετὰ δὲ, ἡ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταρειθεῖσα ὑπὸ Κύρου Καμβύσεω, καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα, πένθεος μὲν Κροίσον ἀπέπαυσε· ἐνέβησε δὲ ἐς φροντίδα, εἴ κως δύναιτο, πριν μεγάλους γενέδθαι τοὺς Πέρσας, καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν. Μετὰ ὤν τὴν διάνοιαν ταῦτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντηΐων τῶν τε ἐν Ἐλλησι, καὶ τοῦ ἐν Λιβύῃ· διαπέμψας ἄλλους ἀλλῃ, τοὺς μὲν ἐς Δελφούς ἰέναι, τοὺς δὲ ἐς Ἄβας τὰς Θωκέων, τους δὲ ἐς Δοδώνην· οἱ δε τινες ἐπέμποντο παρά τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον· οἱ δέ, Μιλησίης ἐς Βραγχίδας. ταῦτα μέν νυν τὰ ¨Ελληνικὰ μαντήϊα, ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος. Λιβύης δὲ παρὰ Ἄμμονα ἀπέστειλε ἄλλους χρησομένους. Διέπεμπε δὲ πειρεώμενος τῶν μαντηΐων ὅ τι φρονέοιεν· ὡς, εἰ φρονέοντα τὴν ἀληθηΐην ἑυρεθείη, ἐπέιρηταί σφεα δεύτερα πέμπον, εἰ ἐπιχειρέοι ἑπὶ Περσας στρατεύεσθαι.
47.
ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε, ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων· ἀπ᾽ ῇς ἂν ἡρέρης ὁρμηθέωσι ἐκ Σαρδίων, ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον, ἑκατοστῇ χρήσθαι τοῖσι χρησηερίοισι, ἐπειρωτέοντας ὃ τι ποιέων τυγχάνοι ὁ Λυδῶν βασιλεὺς Κροῖσος ὁ Ἀλυάττεω· ἅσσα δ᾽ἄν ἕκαστα τῶν χρηστηερίων θεσπίῃ, συγγραψαμένους ἀναφέρειν παρ᾽ ἐωυτόν. ὄ τι μὲν νῦν καὶ παρὰ τὰ λοιπὰ τῶν χρηστηρίων ἐσέσπισε, οὐ λέγεται προς οὐδαμῶν· ἐν δὲ Δελφοῖσι ώς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ, καὶ ἐπειρώτεον, ἡ Πυθίη ἐν ἑξαμέτρῳ τονῳ λέγει τάδε·
48.
ταῦτα οἱ Λυδοὶ θεσπισάσης τῆς Πυθίης συγγραψάμενοι οἴχοντα ἀπιόντες ἐς τὰς Σάρδις. ὡς δὲ καὶ ὧλλοι οἱ περιπεμφθέντες παρῆσαν φέροντες τοὺς χρησμούς, ἐνθαῦτα ὁ Κροῖσος ἕκαστα ἀναπτύσσων ἐπώρα τῶν συγγραμμάτων, τῶν μὲν δὴ ὡς τὸ ἐκ Δελφῶν ἤκουσε, αὐτίκα προσεύκετό τε καὶ προσεδέξατο, νομίσας μοῦνον εἴναι μαντήιον τὸ ἐν Δελφοῖσι, ὅτι οἱ ἐξευρήκεε τὰ αὐτὸς ἐπίησε. ἐπείτε γὰρ δὴ διέπεμψε παρὰ τὰ χρηστήρια τοὺς θεωπρόπους, φυλάξας τὴν κυρίην τῶν ἡμερέων ἐμηχανᾶτο τοιάδε· ἐπινοήσες τὰ ἦν ἀμήχανον ἐξευρεῖν τε καὶ ἐπιφράσασθαι, χελώνην καὶ ἄρνα κατακόψας ὁμοῦ ἧψε αὐτὸς ἐν λέβητι χαλκέῳ, χάλκεον ἐπίθημα ἐπιθείς.
49.
τὰ μὲν δὴ ἐκ Δελφῶν οὕτω τῷ, Κροίςῳ ἐκρήσθε· κατὰ δὲ τὴν ἐκ Ἀμφιάρεω τοῦ μαντηίου ὑπόκρισιν, οὐκ ἔχω εἰπεῖν ὅ τι τοῖσι Λυδοῖσι ἔχρησε ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα (οὐ γὰρ ὦν οὐδὲ τοῦτο λέγεται), ἄλλο γε ἢ ὅτι καὶ τοῦτο ἐνόμισε μαντήιον ἀψευδὲς ἐκτῆσθαι.
50.
μετὰ δὲ ταῦτα θυσίῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο· κτήνεά τε γὰρ τὰ θύσιμα πάντα τρισχίλια ἔθουσε, κλίνας τε ἐπιχρύσους καὶ φιάλας χρυσέας καὶ εἵματα πορφύρια καὶ κιθῶνας νήσας πυρὴν μεγάλην, κατέκαιε, ἐλπίζων τὸν θεὸν μᾶλλον τι τούτοισι ἀνακτήσεσθαι· Λυδοῖσι τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τούτῳ ὅ τι ἔχοι ἕκαστος. ὡς δὲ ἐκ τῆς θυσίης ἐγένετο, καταχεάμενος χρύσον ἅπλετον ἐξήλαυνε, ἐπὶ μὰν τὰ μακρότερα ποιέων ἐξαπάλαιστα, ἐπὶ δὲ τὰ βραχύτερα τριπάλαιστα ὕψος δὲ παλαιστιαῖα. ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν, καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα, τρίτον ἡμιπάλαντον ἕκαστον ἓλκοντα, τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ, σταθμὸν διτάλαντα. ἐποιέετο δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου ἕλκουσαν σταθμὸν τάλαντα δέκα. οὗτος ὁ λέων, ἐπείτε κατεκαίετο ὁ ἐν Δελφοῖσι νηός, κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων (ἐπὶ γὰρ τούτοισι ἵδρυτο), καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θεσαυρῷ. ἕλκων σταθμὸν ἕβδομον ἠμιταλάντων· ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιντάλαντον.
51.
ἐπιτελέσας δὲ ὁ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφοῦς, καὶ τάδε ἄλλα ἅμα τοῖσι, κρητῆρας δύο μεγάθεϊ μεγάλους χρύσεον καὶ αργῦρεον, τῶν ὁ μὲν χρυσέος εἴκετο επὶ δεξιᾶ ἐσιόντι ἐς τὸν νηὸν, ὁ δὲ ἀργύρεος ἐπ᾽ἀριστερά. μετεκινήθησαν δὲ καὶ οὕτοι ὑπὸ κατακαέντα καὶ ὁ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θεσαυρῷ, ἕλκων σταθμὸν εἴνατον ἡμιταλάντον καὶ ἔτι δυώδεκα μνέας, ὁ δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίυ τῆς γωνίης, χωρέων ἀμφορέας ἑξακοσίους· ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι. φασι δὲ μιν Δελφοι Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι, καὶ ἐγὼ δοκέω· οὐ γὰρ τὸ συντυχὸν φαίνεται μοι ἔργον εἶναι. καὶ πίθους τε αργυρέους τέσσερας ἀπέπεμψε, οἳ ἐν τῷ Κορινθίων θεσαυρῷ ἐστᾶσι, καὶ περιρραντήρια δύο ἀνέθηκε, χρύσεόν τε καὶ ἀργύρεον, τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονιων φαμένων εἴναι ἀνάθημα, οὐκ ὀρθῶς λέγοντες· ἔστι γὰρ καὶ τοῦτο Κροίσου, ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι, τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι. ἄλλ᾽ὁ μὲν παῖς, δι᾽οὐ τῆς χειρὸς ῥέει τὸ ὕδωρ, Λακεδαιμονίων ἑστὶ, οὐ μέντοι τῶν γε περιρραντηρέων οὐδέτερον. ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημι πολλὰ ἁπέπεμψε ἅμα τούτοισι ὁ Κροῖσος, καὶ χεύματα ἀργύρεα κυκλοτερέα, καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ, τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἴκόνα λέγουσι εἴναι. προς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀμέθηκε ό Κροῖσος καὶ τὰς ζώνας.
52.
ταῦτα μὲν ἐς Δελφοὺς ἀπέπεμψε, τῷ δὲ Ἀμφιάρεῳ, πυθόμενος αὐτοῦ τῆν τε ἀρετὴν καὶ τὴν λάθην, ἀνήθεκε σάκος τε χρύσεον πᾶν ὁμοίως καὶ αἰχμῆν στερεὴν πᾶσαν χρυσέην, τὸ ξυστὸν τῇσι λόγχησι ἐὸν ὁμοίως χρύσεον· τὰ ἔτι καὶ ἀμφότερα ἐς ἐμὲ ἠν κείμενα ἐν Θήβῃσι καὶ Θηβέων ἐν τῳ νηῷ τοῦ Ἱσμηνίου Ἀπόλλωνος.
53.
τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο ὁ Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ σγτρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον, ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἁπεπέμφθησαν, οἰ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα, ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες, «Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεῦς, νομίσας τάδε μαντήι εἴναι μοῦνα ἐν ἀνθρώποισι, ὑμῖν τε ἄξια δῶρα ἔδοκε τῶν ἐξευρημάτῶν, καὶ ωῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προςθέοιτο σύμμαχον». οἵ μὲν ταῦτα ἐπειρώτων, τῶν δὲ μαντηίων ἀφοτέρων ἐς τὠυτὸ αἰ γνῶμαι συνέδραμον, προλεγουσαι Κροίςῳ, ἤν στρατεύηται ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν μιν καταλύσειν· τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι.
54.
ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο ὁ Κροῖσος, ὑπερήσθε τε τοῖσι χρηστηρίοισι, πάνχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην, πέμψας αὖτις ἐς Πυθῶ Δελφοὐς δωρέεται, πυθόμενος αὐτῶν τὸ πλῆθος, κατ᾽ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ. Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἐξεῖναι τῷ βουλόμένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον.
55.
δωρησάμενος δὲ τοὺς Δελφοῦς ὁ Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον· ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντείου ἀληθείην, ἐνεφορέετο αὐτοῦ ἐπειρώτα δὲ τὰδε χρηστηριαζόμενος ἔσται ἡ μουναρχίη. ἡ δὲ Πυθίη οἱ χρᾷ τὰδε·
56.
τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι ὁ Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη, ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ᾽ἀνδρὸς βασιλεύσειν Μἠδων, οὐδ᾽ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύεσθαι κοτὲ τῆς ἀρχῆς. μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνῶν δυνατωτάτους ἐόντας προσκτήσαιτο φίολους, ἱστορέων δὲ εὗρισκε Λακεδαιμονίους καὶ Ἀθηεναίους προέχοντας τοὺς μὲν Δωρικῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ. ταῦτα γὰρ ἦν τὰ προκεκριμένα, ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος. καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον κάρτα. ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν, ἐπὶ δὲ Δώρου τοῦ Ἕλληενος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην, καλεμένην δὲ Ἱστιαιώτιδος ὡς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δορικων ἐκλήθε.
57.
ἧντινα δὲ γλῶσσαν ἷεσαν οἱ Πελασγοὶ, οὐκ ἔχω ἀτρεκέως εἰπεῖν, εἰ δὲ χρεόν ἐστι τεκμαιρόμενον λέγειν τοῖσι νῦν ἔτι ἐοῦσι Πελασγῶν τῶν ὑπὲρ Τυρσηνῶν Κρηστῶνα πόλιν οἰκεόντων, οἲ ὅμουροι κοτὲ ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι (οἰκέον δὲ τηνικαῦτα γῆν τὴν νῦν Θεσσαλιῶτιν καλεομένην), καὶ τῶν Πλακίην τε καὶ Σκυλάκην Πελασγῶν οἰκησάντῶν ἐν Ἑλλησπόντῳ, οἲ σύνοικοι ἐγένοντο Ἀθηναίοισι, καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε· εἰ τούτοισι τεκμαιρόμενον δεῖ λέγειν, ἦσαν οἰ Πελασγοὶ βάρβαρον γλῶσσαν ἱέντες. εἰ τοίνυν ἦν καὶ πᾶν τοιοῦτο τὸ Πελασγικόν, τὸ Ἀττικὸν ἔθνος ἐὸν Πελασγικὸν ἅμα τῇ μεταβολῇ τῆς ἐς Ἕλληνας καὶ τὴν γλῶσσαν μετέμαθε. καὶ γὰρ δὴ οὔτε οἱ Κρηστωνιῆται οὐδαμοῖσι τῶν νῦν σφέας περιοικεόντων εἰσι ὁμόγλωσσοι οὔτε οἰ Πλακιηνοἰ, σφίσι δὲ ὁμόγλωσσοι· δηλοῦσι τε ὅτι τὸν ἠνείκαντο γλῶσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία, τοῦτον ἔχουσι ἐν φυλακῇ.
58.
τὸ δὲ Ἑλληνικὸν γλῷσσῃ μὲν ἐπείτε ἐγένετο αἰεί κοτε τῇ αὐτῇ διαχρᾶται, ὡς ἐμοὶ καταφαίνεται εἶναι· ἀποσχιθὴν μέντοι ἀπο τοῦ Πελασγικοῦ ἐὸν τὴν ἀσθενής, ἀπὸ σμικροῦ τεο τὴν ἀρχὴν ὁρμώμενον αὔξηται ἐς πλῆθος τῶν ἐθνέων βαρβάρων συχνῶν. πρόσθε δὲ ὦν ἔμοιγε δοκέει οἀυδὲ τὸ Πελασγικὸν ἔθνος, ἐὸν βάρβαρον, οὐδαμὰ μεγάλως αὐξηθῆναι.
59.
τούτων δὴ ὦν τῶν ἐθνέων τὸ μὲν Ἀττικὸν κατεχομενόν τε καὶ διεσπασμένον ἐτυνθάνετο ὁ Κροῖσος ὑπὸ Πεισιστράτου τοῦ Ἱπποκράτεος τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων. Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ καὶ θεωρέοντι τὰ Ὀλύμπια τέρας ἐγένετο μέγα· Θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ οἱ λέβητες ἐπεστεῶτες καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον. Χίλῶν δὲ ὁ Λακεδαιμόνιος παρατυχὼν καὶ θεησάμενος τὸ τέρας συνεβούλευε Ἰπποκράτεϊ πρῶτα μὲν γυναῖκα μὴ ἄγεσθαι τεκνοποιὸν ἐς τὰ οἰκία, εἰ δὲ τυγχάνει ἔχων, δευτέρα τὴν γυναῖκα ἐκπέμπειν, καὶ εἰ τίς οἱ τυγχάνει ἐὼν παῖς, τοῦτον ἀπείπασθαι. οὔκων ταῦτα παραινέσοντας Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα· γενέσθαι οἱ μετὰ ταῦτα τὸν Πεισίστρατον τοῦτον, ὅς στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων, καὶ μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀκμέωνος, τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω, καταφρονήασας τὴν τυραννίδα ἤγειρε τρίτην στάσιν· συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε. Τρωματίσας ἐωυτὸν τε καὶ ἡνιόνους ἤλασε ἐς τὴν ἀγορὴν τὸ ζεῦγος ὡς ἐκπεφευγὼς τοὺς ἐχθροὺς, οἴ μιν ἐλαυνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν, ἐδέετο τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι, πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ, Νίσσαιάν τε ἑλὼν καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα. ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἐξαπατηθεὶς ἐδοκέ οἰ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου, κορυνηφόροι δὲ· ξύλων γὰρ κορύνας ἔχοντες εἷποντό οἱ ὄπισθε. Συνεπαναστάντες δὲ οὗτοι ἅμα Πεισιστράτῳ ἔσχον τὴν ἀκρόπολιν. ἔνθα δὴ ὁ Πεισίστρατος ἦρχε Ἀθηναίων, οὔτε τιμὰς τὰς ἐούσας συνταράξας οὔτε θέσμια μεταλλάξας, ἐπί τε τοῖσι κατεστεῶσι ἔνεμε τὴν πόλιν κοσμέων καλῶς τε καὶ εὖ.
60.
μετὰ δὲ οὐ πολλὸν χρόνον τὠυτὸ φρονήσαντες οἵ τε τοῦ Μεγακλέος στασιῶται καὶ οἵ Λυκούργου ἐξελαύνουσί μιν. οὕτω μὲν Πεισίστρατος ἔσχε τὸ πρῶτον Ἀθήνας. καὶ τὴν τυραννίδα οὔκω κάρτα ἐρριζομένην ἔχων ἀπέβαλε. οἵ δὲ ἐξελάσαντες Πεισίστρατον αὖτις ἐκ νέης ἐπ᾽ἀλλήλοισι ἐστεσίασαν. Περιελαυνόμενος δὲ τῇ στάσι ὁ Μεγακλέης ἐπεκηρυκεύετο Πεισιστράτῳ, εἰ βούλοιτό οἱ τὴν θυγατέρα ἔχειν γυναίκα ἐπὶ τῇ τυραννίδι. ἐνδεξάμενου δὲ τὸν λόγον καὶ ὁμολογήσαντος ἐπὶ τούτοισι Πεισιστράτου, μεχανῶνται δὴ ἐπὶ τῇ κατόδῳ πρῆγμα εὐηθέστατον, ὡς εγὼ εὑρίσκω, μακρῷ, ἐπὶ γε ἀπεκρίθη ἐκ παλαιτέρου τοῦ βαρβάρου ἔθνεος τὸ Ἑλληνικὸν ἐὸν καὶ εὐηθείης ἠλιθίου ἀπηλλαγμένον μᾶλλον, εἰ καὶ τότε γε οὕτοι ἐν Ἀθηναίοισι τοῖσι πρῶτοισι λεγομένοισι εἴναι Ἑλλήνων σοφίην μεχανῶνται τοιάδε. ἐν τῷ δῆμῳ τῷ Πανανιέι ἦν γυνὴ τῇ οὔνομα ἦν Φύη, μέγαθος ἀπὸ τεσσέρων πηχέων ἀπολλείπουσα τρείς δακτύλους καὶ ἄλλως εὐειδής· ταύτην τὴν γυναῖκα σκευάσαντες πανοπλίῃ, ἐς ἅρμα ἐσβιβάσαντες καὶ προδέξαντες σχῆμα οἶόν τι ἔμελλε εὐπρεπέστατον φανέεσθαι ἔχουσα, ἤλαυνον ἐς τὸ ἄστυ, προδρόμους κήρυκας προπέμψαντες οἳ τὰ ἐντεταλμένα ἠγόρευον ἀπικόμενοι ἐς τὸ ἄστυ, λέγοντες τοιάδε· «ὦ Ἀθηναῖοι, δέκεσθε ἀγαθῷ νόῳ Πεισίστρατον, τὸν αὐτὴ ἡ Ἀηθναίη τιμήσασα ἀνθρῶπον μάλιστα κατάγει ές τὴν ἐωυτῆς ἀκρόπολιν». οἳ μὲν δὴ ταῦτα διαφοιτέροντες ἔλεγον· αὐτίκα δὲ ἐς τε τοὺς δήμους φάτις ἀπίκετο ὠς Ἀθηναίη Πεισίστρατον κατάγει, καὶ οἰ ἐν τῷ ἄστει πειθόμενοι τὴν γυναῖκα εἶναι αὐτὴν τὴν θεὸν προσεύχοντό τε τὴν ἄνθρωπον καὶ ἐδέκοντο Πεισίστρατον.
61.
ἀπολαβὸν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ ὁ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα. οἷα δὲ παίδον τέ οἱ ὑπαρχόντῶν νεηνιέων καὶ λεγομένων ἐναγέον εἶναι τῶν Ἀλκμεωνιδέον, οὐ βουλόμενός οἱ γενέσθαι έκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον. τὰ μὲν νυν πρῶτα ἔκρυπτε ταῦτα ἡ γυνή, μετὰ δὲ εἴτε ἱστορεύσῃ εἴτε καὶ οὒ φράζει ἑωυτῆς μητρὶ, ἧ δὲ τῷ ἀνδρί. ὀργῇ δὲ ὡς εἴχε καταλλάσετο τὴν ἔχθρὼν τοῖσι στασιώτῃσι. μαθὼν δὲ ὁ Πεισίστρατοςτὰ ποιεύμενα ἐπ᾽ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν, ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἇμα τοῖσι παισί. Ἱππίεο δὲ γνώμη νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννιδα, ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέοντό κού τι πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα, Θηβαῖοι ὑπερβάλοντο τῇ δόσι τῶν χρημάτων. Μετὰ δὲ οὐ πολλῷ λόγῳ εἰπεῖν, χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον· καὶ γὰρ Ἀργείοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου, καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντῆς, τῷ οὔνομα ἦν Λύγδαμις, προθυμίην πλείστην παρείχετο, κομίζας καὶ χρήματα καὶ ἄνδρας.
62.
Ἐρετρίης δὲ ὁρμηθέντες διὰ ἐνδέκατου ἔτεος ἀπίκοντο ὀπίσω, καὶ πρῶτον τῆς Ἀττικῆς ἴσκουσι Μαραθῶνα. ἐν δὲ τούτῳ τῷ χώρῳ σφι στρατοπεδευομέοισι οἵ τε ἐκ τοῦ ἄστεος στασιῶται ἀπίκοντο ἄλλοι τε ἐκ τῶν δήμων προσέρρεον, τοῖσι ἡ τυραννις πρὸ ἐλευθερίης ἦν ἀσπαστότερον. οὗτοι μὲν δὴ συνηλιίζοντο Ἀθηναίων δὲ οἱ ἐκ τοῦ ἄστεος, ἕως μὲν Πεισίστρατος τὰ χρήματα ἤγειρε, καὶ μεταῦτις ὡς ἔσχε Μαραθῶνα, λόγον οὐδένα εἶχον· ἐπείτε δὲ ἐπύθοντο ἐκ τοῦ Μαραθῶνος αὐτὸν πορεύεθαι ἐπὶ τὸ ἄστυ, οὗτω δὴ βοηθέουσι ἐπ᾽αὐτόν. καὶ οὗτοι τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον, ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ, ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηνίης ἱρόν, καὶ ἀντία ἔθεντο τὰ ὅπλα. ἐνθαῦτα θείῃ πομπῇ χρεώμενος παρίσταται Πεισιστράτῳ Ἀμφίλυτος ὁ Ἀκαρνὰν χρησμολόγος ἀνὴρ, ὅς οἰ προσιὼν χρᾷ ἑξαμέτρῳ τονῳ τάδε λέγων·
63.
ὁ μὲν δὲ οἱ ἐνθεάζων τὸ χρᾷ δέκεσθαι δὲ συλλαβὼν τὸ χρησθὴν ἐπῆγε τὴν στρατιήν. Ἀθηναῖσι δὲ οἱ ἐκ τοῦ ἄστεος πρὸς ἄριστον τετραμμένοι ἦσαν δὴ
τηνικαῦτα, καὶ μετὰ τὸ ἄριστον μετεξέτεροι αὐτῶν οἷ μὲν πρὸς ὗπνον, οἱ δὲ ἀμφὶ Πεισίστρατον ἐσπεσόντες τοὺς Ἀθηναίους τρέπουσι. Φευγόντῶν δὲ τούτων βουλὴν ἐνθᾶυτα σοφοτάτην Πεισίστρατος ἐπιτεχνᾶται ὅκως μήτε ἀλισθεῖεν ἔτι οἱ Ἀθηναῖσι διεσκεδασμένοι τε εἶεν· ἀναβιβάσας τοὺς παῖδας ἐπὶ ἵππους προέπεμπε, οἳ δὲ καταλαμβάνοντες τοὺς φεύγοντας ἔλεγον τὰ ἐντεταλμένα τὰ ὑπὸ Πεισιστράτου, θαρσέειν τε κελέυοντες καὶ ἀπιέναι ἕκαστον ἐπὶ τὰ ἐωυτοῦ.
64.
πειθομένων δὲ τῶν Ἀθηναῖον, οὕτω δὴ Πεισίστρατος τὸ τρίτον σχὼν Ἀθήνας ἐρρίζωσε τὴν τυραννίδα ἐπικούροισί τε πολλοῖσι καὶ χρημάτων συνόδοισι, τῶν μὲν αὐτόθεν τῶν δὲ ἀπὸ Στυρμόνος ποταμοῦ συνιόντῶν, ὁμἡρους τε τῶν παραμεινάντῶν Ἀθηναίων καὶ μὴ αὐτίκα φυγόντων παῖδας λαβῶν καὶ καταστήσας ἐς Νάξον (καὶ γὰρ ταύτην ὁ Πεισίστρατος κατεστρέψατο πολέμῳ καὶ ἐπέτρεψε Λυγδάμι) πρὸς τε ἔτι τούτοισι τὴν νῆσον Δῆλον καθήρας δὲ ἐκ τῶν λογίων καθήρας δὲ ὧδε· ἐπ᾽ὅσον ἔποψις τοῦ ἱροῦ εἶχε, ἐκ τούτου τοῦ χώρου παντὸς ἐξορύξας τοὺς νεκροὺς μετεφόρεε ἐς τῇ μάχη μετ᾽Ἀκμεωνιδέων ἔφευγον ἐκ τῆς οἰκγίης.
65.
τοὺς μὲν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο ὁ Κροῖσος κατέχοντα, τοὺς δὲ Λακεδαιμονίους ἐκ κακῶν τε Μεγάλων πεφευγότας καὶ ἐόντας ἤδη τῷ πολέμῳ κατυπερτέρους Τεγεητέων. ἐπὶ γὰρ Λέοντος βασιλεύοντος καὶ Ἡγησικλέος ἐν Σπαρτῃ τοὺς ἄλλους πολέμους ἐυτυχέοντες οἱ Λακεδαιμόνιοι πρὸς Τεγεήτας μοὐνους προσέπταιον. τὸ δὲ ἔτι πρότερον τοὐτων καὶ κακονομώτατοι ἦσαν σχεδὸν πάντων Ἐλλήνων κατὰ τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι· μετέβαλον δὲ ὧδε ἐς εὐνομίην. Λυκούργου τῶν Σπαρτιητέον δοκίμου ἀνδρὸς ἐλθόντος ἐς Δελφοῦς ἐπὶ τὸ χρηστήριον, ὡς ἐσήιε ἐς τὸ μέγαρον εὐθὺς ἡ Πυθίη λέγει τάδε·
οἱ μὲν δή τινες πρὸς τούτοισι λέγουσι καὶ φράσαι αὐτῷ τὴ Πυθίην τὸν νῦν κατεστεῶτα κόσμον Σπαρτιήτῃσι. ὡς αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβωτέω, ἀδελφιδέου μὲν ἐωυτοὺ βασιλεύοντες δὲ Σπαρτιητέων, ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα. ὡς γὰρ ἐπετρόπευσε τάχιστα, μετέστησε τὰ νόμιμα πάντα, καὶ ἐφύλαξε ταῦτα μὴ παραβαὶνειν· μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα, ἐνωμοτίας καὶ τριηκάδας καὶ συψσίτια, πρὸς τε τούτοισι τοῦς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος.
66.
οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν, τῷ δὲ Λυκούργου τελευτήσαντι ἱρὸν εἰσάμενοι σέβονταμεγάλως. οἷα δὲ ἐν τε χῶρῃ ἀγαθῇ καὶ πλήθεϊ οὐκ ὀλίγων ἀνδρῶν, ἀνά τε ἔδραμον αὐτίκα καὶ εὐθηνήθησαν, καὶ δὴ σφι οὐκέτι ἀπέχρα ἡσυχίην ἄγειν, ἀλλὰ καταφρονήσαντες Ἀρκάδων χωρῇ. ἡ δὲ Πυθίη σφι χρᾶ τάδε.
ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιον, Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο, οἱ δὲ πέδας φερομένοι ἐπὶ Τεγεήτας ἐστρατεύοντο, χρησμῷ πίσυνοι ὡς δὴ ἐξανδραποδιούμενος τοὺς Τεγεήτας. ἑσσωθέντες δὲ τῇ συμβολῇ, ὅσοι αὐτῶν ἐξοργήθησαν, πεδας τε ἔχοντες τὰς τὰς ἐφέροντο αὗτοι καὶ ἐς ἐμὲ ἤσαν σόαι ἐν Τεγέῇ περὶ τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης κρεμάμεναι.
67.
κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως αἰεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας, κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῷ ἐγεγόνεσαν, τρόπῳ τοιῷδε γενόμενοι. ἐπειδὴ αἰεὶ τῷ πολέμῷ ἑσσοῦντο ὑπὸ Τεγεητέων, πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτοων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῷ Τεγεητέων γενοίατο. ἡ δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμεμνονος ὀστέα ἐπαγαγομένους. ὡς δὲ ἀνευρεῖν οὐκ οἷσί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω ἔπεμπον αὖτις τῆν ἐς θεῶν ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης. εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει ἡ Πυθίη τάδε·
ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι, ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον, πάντα διζήμενοι, ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε, οἱ δὲ ἀγαθοεργοὶ εἰσὶ τῶν ἀστῶν, ἐξιόντες ἐκ τῶν ἰππέων αἰεὶ οἱ πρεσβύτατοι, πέντε ἔτεος ἑκάστου· τοὺς δεῖ τοῦτον τὸν ἐνίαυτόν, τὸν ἂν ἐξίωσι ἐκ τῶν ἱππέων, Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἠλινύειν ἄλλους ἄλλῃ.
68.
τούτων ὦν τῶν ἀνδρῶν Λίχης ἀνεῦρε ἐν Τεγέῃ καὶ συντιχίῃ χρησάμενος καὶ σοφίῃ. ἐούσης γὰρ τοῦτον τὸν χρόνον ἐπιμιξίης πρὸς τοὺς Τεγεήτας, ἐλθῶν ἐς χαλκήϊον ἐθηεῖτο σίδηρον ἐξελαυνόμενον, καὶ ἐν θώματι ἦν ὀρέων τὸ ποιεόμενον. μαθῶν, δὲ μιν ὁ χαλκεῦς ἀποθωυμάζοντα εἶπε παυσάμενος τοῦ ἔργου «ἦ κου ἀν, ὦ ξεινε Λάκων εἴ περ εἴδες τὸ περ ἐγὼ, κάρτα ἄν ἐθώυμαζες, ὅκου νῦν οὕτω τυγχάνεις θῶυμα ποιεύμενος τὴν ἐργασίην τοῦ σιδήρου. ἐγὼ γὰρ ἐν τῇδε θέλων τῇ αὐλῇ φρέαρ ποιήσασθαι, ὀρύσσον ἐπέτυχον σορῷ ἑπταπήχεϊ· ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι μηδαμὰ μέζονας ἀνθρώπους τῶν νῦν, ἄνοιξα αὐτὴν καὶ εἶδον τὸν νεκρὸν μήκεϊ ἴσον ἐόντα τῇ σορῷ· μετρήσας δὲ συνέχωσα ὀπίσω». ὁ μὲν δὴ οἱ ἔλεγε τὰ περ οπώπεε, ὁ δὲ ἐννώσας τὰ λεγόμενα συνεβάλλετο τὸν Ὀρέστεα κατὰ τὸ θεοπρόπιον τοῦτον εἶναι, τῇδε συμβαλλόμενος· τοῦ χαλκέος δύο ὁρέων φύσας τοὺς ἀνέμους εὗρισκε ἐόντας, τὸν δὲ ἄκμονα καὶ τὴν σφύραν τὸν τε τύπον καὶ τὸν ἀντίτυπον, τὸν δὲ ἐξελαυνόμενον σίδηρον τὸ πῆμα ἐπὶ πήματι κείμενον, κατὰ τοιόνδε τι εἰκάζον, ὡς ἐπὶ κακῷ ἀνθρώπου σίδηρος ἀνεὐρηται. συμβαλλόμενος δὲ ταῦτα καὶ ἀπελθῶν ἐς Σπάρτην ἔφραζε Λακεδαιμονίοσσι πᾶν τὸ πρῆγμα. οἷ δὲ ἐκ λόγου πλαστοῦ ἐπενείκαντες οἱ αἰτίην ἐδίωξας. ὁ δὲ ἀπικόμενος ἐς Τεγέην καὶ φράζων τὴν ἑωυτοῦ συμφορὴν πρὸς τὸν χαλκέα ἐμισθοῦτο παρ᾽οὐκ ἐδιδόντος τὴν αὐλήν· χρόνῳ δὲ ὡς ἀνέγνωσε, ἐνοικίσθη, ἀνορύξας δὲ τὸν τάφον καὶ τὰ ὀστέα συλλέξας οἴχετο φέρων ἐς Σπάρτην. καὶ ἀπὸ τούτου τοῦ χρόνου ὅκως πειρῴατο ἀλλήλων, πολλῷ κατυπέρτεροι τῷ πολέμω ἐγίνοντο οἱ Λακεδαιμόνιοι· ἤδε δὲ σφι καὶ ἡ πολλὴ τῆς Πελοππονήσου ἦν κατεστραμμένη.
69.
ταῦτα δὴ ὦν πάντα πυνθανόμενος ὁ Κροῖσος ἔπεμπε ἐς Σπάρτην ἀγγέλους δῶρά τε φέροντας καὶ δεησομένους συμμαχίης, ἐντειλάμενος τε τὰ λέγειν χρῆν. οἷ δὲ ἐλθόντες ἔλεγον «ἔπεμψε ἡμέας Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς, λέγων τάδε. ὦ Λακεδαιμόνιοι, χρήσαντος τοῦ θεοῦ τὸν Ἕλληνα φίλον προσέσθαι, ὑμέας γὰρ πυνθάνομαι προεστάναι τῆς Ἑλλάδος, ὑμέας ὦν κατὰ τὸ χρηστηρίον προσκαλέομαι φίλος τε θέλῶν γενέσθαι καὶ σύμμαχος ἄνευ τε δόλου καὶ ἀπάτης». Κροῖσος μέν δὴ ταῦτα δι᾽ἀγγελῶν ἐπεκηρυκεύτο, Λακεδαιμόνιοι δὲ ἀκηκοότες καὶ αὐτοὶ τὸ θεοπρόπιον τὸ Κροίσῷ γενόμενον ἧσθεσάν τε τῇ ἀπίξι τῶν Λυδῶν καὶ ἐποιήσαντο ὅρκια ξεινίης πέρι καὶ συμμαχίης· καὶ γὰρ τινὲς αὐτοὺς εὐεργεσιαι εἶχον ἐκ Κροίσου πρότερον ἔτι γεγονυίαι. Πέμψαντες γὰρ οἱ Λακεδαιμόνιοι ἐς Σάρδις χρυσὸν ὠνέοντο. ἄγαλμα βουλόμενοι χρήσασθαι τοῦτο τὸ νῦν τῆς Λακωνικῆς ἐν Θόρνακι ἵδρυται Ἀπόλλωνος Κροῖσος δὲ ἐδωκε δωτίνην.
70.
τοῦτων τε ὡν εἵνεκεν οἱ Λακεδαιμόνιοι τὴν συμμαχίην ἐδέξαντο, καὶ ὄτι ἐκ πάντων σφέας προκρίνας Ἑλλήνων αἱρέετο φίλους. καὶ τοῦτο μὲν αὐτοὶ ἦσαν ἕτοιμοι ἐπαγγείλαντι, τοῦτο δὲ ποιησάμενοι κρητῆρα χάλκεον ζῳδίων τε ἔξωθεν πλήσαντες περὶ τὸ χεῖλος καὶ μεγάθεϊ τριηκοσίους ἀμφορέας χωρέοντα ἦγον, δῶρον βουλόμενοι ἀντιδοῦναι Κροίςῳ. οὗτος ὁ κρητὴρ οὐκ ἀπικετο ἐς Σάρδις δἰ᾽αἰτίας διφασίας λεγομένας τάσδε· οἱ μὲν Λακεδαιμόνιοι λέγουσι ὡς ἐπείτε ἀγόμενος ἐς τὰς Σάρδις ὁ κρητὴρ ἐγινετο κατὰ τὴν Σαμίην, πυθόμενοι Σάμιοι ἀπελοιατο αὐτὸν, νηυσὶ μακρῇ ἐπιπλώσαντες· αὐτοὶ δὲ Σάμιοι λέγουσι ὡς ἐπείτε ὑστέρησαν οἱ ἄγοντες τῶν Λακεδαιμονίων τὸν κρητῆρα, ἐπυνθάνοντο δὲ Σαρδις τε καὶ Κροῖσον ἡλωκέναι, ἀπέδοντο τὸν κρητῆρα ἐν Σαμῷ, ἰδιώτας δὲ ἄνδρας πριαμένους ἀναθεῖναι μιν ἐς τὸ Ἥραιον. Τάχα δὲ ἂν καὶ οἱ ἀποδόμενοι λέγοιεν ἀπικόμενοι ἐς Σπάρτην ὡς ἀπαιρεθείησαν ὑπὸ Σαμίων.
71.
κατὰ μὲν νυν τὸν κρητήρα οὗτω ἐσχε, Κροῖσος δὲ ἁμαρτὼν τοῦ χρησμοῦ ἐποιέετο στρατηίην ἐς Καππαδοκίην ἐλπίσας καταρήσειν Κύρον τε καὶ τὴν Περσήων δύναμιν. παρασκευαζόμενου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας, τῶν τις Λυδῶν νομιζόμενος καὶ πρόσθε εἶναι σοφὸς, ἀπὸ δὲ ταύτης τῆς γνώμης καὶ τὸ κάρτα οὔνομα ἐν Λυδοῖσι ἔχων, συνβούλευσε Κροίσῳ τάδε· οὔνομά οἱ ἦν Σάνδανις. «ὦ βασιλεῦ, ἐπ᾽ἀνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι, οἱ σκυτίνας μὲν ἀναξυρίδας σκυτίην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλ᾽ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχέαν. πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται ἀλλὰ ὑδροποτέουσι, οὐ σῦκα δὲ ἔχουσι τρώγειν, οὐκ ἄλλο ἀγαθὸν οὐδὲν. τοῦτο μὲν δὴ, εἰ νικήσεις, τί σφέας ἀπαιρήσεαι, τοῖσι γε μὴ ἔστι μηδέν; τοῦτο δὲ, ἤν νικηθὴς, μάθε ὅσα ἀγαθᾶ ἀποβαλλέεις· γευσάμενοι γὰρ τῶν ἡμέτερον ἀγαθῶν περιέξονται οὐδὲ ἀπωστοὶ ἔσονται. ἐγὼ μὲν νυν θεοῖσι ἔχω χάριν, οἵ οὐκ ἐπὶ νόον ποιέουσι Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς». Ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον. Πέρσῃσι γάρ, πρὶν Λυδοὺς καταστρέψασθαι, ἦν οὔτε ἀβρὸν οὔτε ἀγαθὸν οὐδὲν.
72.
οἱ δὲ Καππαδόκαι ὑπὸ Ἑλλήνων Σύριοι ὀνομάζονται· ἦσαν δὲ οἱ Σύριοι οὕτοι τὸ μὲν πρότερον ἢ Πέρσας ἄρξαι Μήδων κατήκοσι, τὸτε δὲ Κύρου. ὁ γὰρ οὖρος ἦν τῆς τε Μηδικῆς ἄρχης καὶ τῆς Λυδικῆς ὁ Ἅλυς ποταμός, ὅς ῥέει ἐξ Ἀρμενίου ὄρεος δία Κιλίκων, μετὰ δὲ Ματιηνοὺς μὲν ἐν δεξιῇ ἔχει ῥέων ἐκ δὲ τοῦ ἑτέρου Φρύγας· παραμειβόμενος δὲ τούτους καὶ ῥέων ἄνω πρὸς βορέην ἄνεμου ἔνθεν μὲν Συρίους Καππαδόκας ἀπέργει, ἐξ εὐονύμου δὲ Παφλαγόνας. οὕτω ὁ Ἁλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίων Κύπρου ἐς τὸν Εὔξεινον πὸντον. ἔστι δὲ αὐχὴν οὓτος τῆς χώρης ταύτης ἁλάσης· μῆκος ὁδοῦ εὐχώνῳ ἀνδρὶ πέντε ἡμέραι ἀναισιμοῦνται.
73.
ἐστρατεύετο δὲ οἱ Κροῖσος ἐπὶ τὴν Καππαδοκίην τῶνδε εἴνεκα, καὶ γῆς ἱμέρῳ προσκτήσασθαι πρὸς τὴν ἑωυτοῦ μοῖραν βουλόμενος, καὶ μάλιστα τῷ χρηστηρίῳ πίσυνος ἐὼν καὶ τίσασθαι θέλων ὑπὲρ Ἀστυάγεος Κῦρον. Ἀστυάγεα γὰρ τὸν Κυαξάρεω, ἐόντα Κροίσου μὲν γαμβρὸν Μήδων δὲ βασιλέα, Κῦρος ὁ Καμβύσεω καταστρεψάμενος εἶχε, γενόμενον γαμβρὸν Κροίςῳ ὧδε. Σκυθέων τῶν νομάδων εἱλῃ ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν· ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρες ὁ Φραόρτεω τοῦ Δηιόκεω, ὃς τοὺς Σκύθας τούτος τὸ μὲν πρῶτον περιεῖπε εὖ ὡς ἐόντας ἱκέτας· ὥστε δὲ περὶ πολλοῦ ποιεόμενος αὐτούς, παῖδάς σφι παρέδωκε τὴν γλῶσσάν τε ἐκμάθειν καὶ τὴν τέχνην τῶν τόξων. χρόνον δὲ γενομένου, καὶ αἰεὶ φοιτεόνων, τῶν Σκυθέων ἐπ᾽ἄγρην καὶ αἰεὶ τι φερόντων, καὶ κοτε συνήνεικε ἑλεῖν σφεας μηδὲν·νοστήσαντας δὲ αὐτοὺς κεινῇσι χερσὶ ὁ Κυαξάρης (ἦν γὰρ, ὡς διέδεξε, ὀργὴν ἄκρος) τρηχέως κάρτα περιέσπε ἀεικείῃ. οἱ σὲ ταῦτα πρὸς Κυαξάρεω παθόντες, ὥστε ἀναξία σφεων αὐτῶν πεπονθότες, ἐβούλευσαν τῶν παρὰ σφίσι διδασκωμένων παίδων ἕνα κατακόψαι, σκευάσαντες δὲ αὐτὸν ὥσπερ ἐώθεσαν καὶ τὰ θηρία σκευάζειν, Κυαξάρῃ δοῦναι φέροντες ὡς ἄγρην δῆθεν, δόντες δὲ τὴν ταχίστην κομίζεσθαι παρὰ Ἀλυάττεα τὸν Σαδυάττεω ἐς Σάρδις. ταῦτα καὶ ἐγένετο. καὶ γὰρ Κυαξσάρης καὶ οἱ παρεόντες δαιτυμόνες τῶν κρεῶν τούτον ἐλάσαντο, καὶ οἱ Σκύθαι ταῦτα ποιήσαντες Ἀλυάττεω ίκεται ἐγέγοντο.
74.
μετὰ δὲ ταῦτα, οὐ γὰρ δὴ ὁ Ἀλυαττης ἐξεδίδου τοὺς Σκύθας ἐξαιτέοντι Κυαξάρῃ, πόλεμος τοῖσι Λυδοῖσι καὶ τοῖσι Λυδοῖσι καὶ τοῖσι Μήδουσι ἐγεγόνεε ἐπ᾽ἔτεα πέντε, ἐν τοῖσι πολλάκις μὲν οἱ Μῆδοι τοὺς λυδοὺς ἐνίκησαν, πολλάκις δὲ οἱ Λύδοι τοῦς Μήδους, ἐν δὲ καὶ νυκτομαχίην τινὰ εποιήσαντο· διαφέρουσο δὲ σφι ἐπὶ ἴσης τὸν πόλεμον τῷ ἕκτῳ ἔτεϊ συμβολὴς γενομένης συνήνεικε ὥστε τῆς μάχης συνεστεώσης τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι, τὴν δὲ μεταλλαγὴν ταῦτην τῇ ἡμέρης Θαλῆς ὁ Μιλήσιος τοῖσι Ἴωσι προηγόρευσε ἔσεσθαι, οὖρον προθέμενος ἐνιαυτὸν τοῦτον ἐν τῷ δὴ καὶ ἐγένετο ἡ μεταβολή. οί δὲ Λύδοι τε καὶ οϊ Μῆδοι ἐπείτε εἶδον νύκτα ἀντὶ ἡμέρης γενομένην, τῆς μάχης τε ἐπαύσαντο καὶ μᾶλλόν τι ἔσπευσαν καὶ ἀμφότεροι εἰρήνην ἑωυτοῖσι γενέσθαι. οἱ δὲ συμβιβάσαντες αὐτοὺς ἦσαν οἵδε, Συέννεσίς τε ὁ Κίλιξ καὶ Λαβυνήτος ὁ Βαβυλώνιος. οὗτοι σφι καὶ τὸ ὅρκιον οἱ σπεύσαντες γενέσθαι ἦσαν καὶ γάμον ἐπαλλαγὴν ἐποιησαν· Ἀλυάττεα γὰρ ἔγνωσαν δοῦναι τὴν θυγατέρα Ἀρύηνιν Ἀστυάγεϊ τῷ Κυαξάρεω παιδί· ἄνευ γὰρ ἀναγκαίης ἰσχυρὴς συμβάσιες ἰσχυραὶ οὐκ ἐθέλουσι συμμένειν. ὅρκια δὲ ποιέεται ταῦτα τὰ ἔθνεα τὰ πέρ τε Ἑλληνες, καὶ πρὸς τούτοισι, ἐπεὰν τοὺς βραχίονας ἐπιτάμωνται ἐς τὴν ὁμοχροίην, τὸ αἷμα ἀναλείχουσι ἀλλήλων.
75.
τοῦτον δὴ ὦν τὸν Ἀστυάγεα Κῦρος ἐόντα ἑωυτοῦ μητροπάτερε καταστρεψάμενος ἔσχε δι᾽αἰτίην τὴν ἐγὼ ἐν τοῖσι ὀπίσω λόγοισι σημενέω· τὰ Κροῖσος ἐπιμεμφόμενος τῷ Κύρῳ ἔς τε τὰ χρηστήρια ἔπεμπε εἰ στρατεύεται ἐπὶ Πέρσας, καὶ δὴ καὶ ἀπικομένου χρησμοῦ κιβδήλου, ἐλπίσας πρὸς ἑωυτοῦ τὸν χρησμὸν εἶναι, ἐστρατεύετο ἐς τὴν Περσέων μοῖραν. ὡς δὲ ἀπίκετο ἐπὶ τὸν Ἁλυν ποταμὸν ὁ Κροῖσος, τὸ ἐνθεῦτεν, ὡς μὲν ἐγὼ λέγω, κατὰ τὰς ἐούσας γεφύρας διεβίβασε τὸν στρατὸν, ὡς δὲ ὁ πολλὸς λόγος Ἑλλήνων, Θαλὴς οἱ ὁ Μιλήσιος διεβίβασε. ἀπορέοντος γὰρ Κροίσου ὅκως οἱ διαβήσεται τὸν ποταμὸν ὁ Στρατός (οὐ γὰρ δὴ εἶναι κω τοῦτον τὸν χρόνον τὰς γεφύρας ταύτας) λέγεται παρεόντα τὸν Θαλῆν ἐν τῷ στρατοπεδῷ ποιήσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ῥέοντα τοῦ στρατοῦ καὶ ἐκ δεξίης ῥέειν, ποιῆσαι δὲ ὧδε· ἄνωθεν τοῦ στρατοπεδοῦ ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν, ἄγοντα μηνοειδέα, ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτον λάβοι, ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων, καὶ αὖτις παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαῖα ἐσβάλλοι· ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ὁ ποταμός, ἀμφοτέρῃ διαβατὸς ἐγένετο, οἵ δὲ καὶ τὸ ἀρχαῖων ῥέεθρον ἀποξηρανθῆναι. ἀλλὰ τοῦτο μὲν οὐ προσίεμαι· κῶς γὰρ ὀπίσω περευόμενοι διέβησαν αὐτόν;
76.
Κροῖσος δὲ ἐπείτε διαβὰς σὺν τῷ στρατῷ ἀπίκετο τῆς Καππαδοκίης ἐς τὴν Πτερίην καλεομένην (ἡ δὲ Πτερίη ἐστὶ τῆς χώρης ταύτης τὸ ἰσχυρότατον, κατὰ Σινώπην πόλιν τὴν ἐν Εὐξείνῳ πόντῳ μάλιστά κῃ κειμένη), ἐνθαῦτα ἐστρατοπεδεύετο φθείρων τῶν Συρίων τοὺς κλήρους· καὶ εἵλε μὲν τῶν Πτερίων τὴν πόλιν καὶ ἠνδραποδίσατο, εἵλε δὲ τὰς περιοικίδας αὐτῆς πάσας, Συρίους τε οὐδἐν ἐόντας αἰτίους ἀναστάτους ἐποίησε. Κῦρος δὲ ἀγείρας τὸν ἐωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξύ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ. πρίν δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν, πέμψας κήρυκας ἐς τοὺς Ἴωνας ἐπειρᾶτο σφέας ἀπὸ Κροίσου ἀπιστάναι. Ἴωνες μὲν νυν οὐκ ἐπείθοντο. Κῦρος δὲ ὡς ἀπίκετο καὶ ἀντεστρατοπεδεύσατο Κροίσῳ, ἐνθαῦτα ἐν τῇ Πτερίῃ χωρῇ ἐπειρώατο κατὰ τὸ ἰσχυρὸν ἀλλήλων. μάχης δὲ καρτερὴς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν, τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης. καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτως ἠγωνίσατο.
77.
Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ οὕτω ἑωυτῦ στράτευμα (ἦν γὰρ οἱ ὁ συμβαλὼν στρατὸς πολλὸν ἐλάσσων ἢ ὁ Κύρου), τοῦτο μεμφθείς, ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτω ἐπιων ὁ Κῦρος, ἀπήλαυνε ἐς τὰς Σάρδις ἐν νόῷ ἔχων παρακαλέσας μὲν Αἰγυπτίους καὶ τὸ ὅρκιον (ἐποιήσατο γὰρ καὶ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην πρότερον ἤ περ πρὸς Λακεδαιμονίους δὲ καὶ Βαβυλωνίους (καὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη, ἐτυραννευε δὲ τὸν χρόνον τοῦτον τῶν Βαβυλωνίων Λαβύνητος). ἐπαγγείλας δὲ καὶ Λακεδαιμονίοισι παρεῖναι ἐς χρόνον ῥητόν· ἀλίσας τε δὴ τούτος καὶ τὴν ἑωυτοῦ συλλέξας στρατιὴν ἐνένωτο τὸν χειμόνα παρείς, ἅμα τῷ ἔαρι στρατεύειν ὲπὶ τοὺς Πέρσας. καὶ ὃ μὲν ταῦτα φρονέων, ὡς ἀπίκετο ἐς τὰς Σαρδις, ἔπεμπε κήρυκας κατὰ τὰς συμμαχίας προερέοντας ἐς πέμπτον μῆνα συλλέγεσθαι ἐς Σάρδις· τὸν δὲ παρεόντα καὶ μαχεσάμενον στρατὸν Πέρσῃσι ὃς ἦν αὐτοῦ ξεινικός, πάντα ἀπεὶς διεσκέδασε οὐδαμὰ ἐλπίσας μὴ κοτε ἄρα ἀωνισάμενος οὕτω παραπλησίους Κῦρος ἐλάσῃ ἐπὶ Σαρδις.
78.
ταὺτα ἐπιλεγομέῳ τὸ προάστειον πᾶν ὀφίων ἐνεπλήσθη· φανέντων δὲ αὐτῶν οἱ ἵπποι μετιέντες τὰς νομὰς νέμεσθαι φοιτέοντες κατήσθιον. ἰδόντιδ δὲ τοῦτο Κροίςῳ, ὥσπερ καὶ ἦν ἔδοξε τέρας εἶναι· αὐτίκα δὲ ἔπεμπε θεωπρόπους ἐς τῶν ἐξηγητέων Τελμησσέων. ἁπικόμενοισι δὲ τοῖσι θεωπρόποισι καὶ μαθοῦσι πρὸς Τελμησσέων τὸ θέλει σημαίνειν τὸ τέρας, οὐκ ἐξεγέντο Κροίσῳ ἀπαγγεῖλαι· πρὶν γὰρ ἢ ὀπίσω σφέας ἀναπλῶσαι ἐς τὰς Σάρδις ἥλω ὁ Κροῖσος. Τελμησσέες μέντοι τάδε ἔγνωσαν, στρατὸν ἀλλόθροον προσδόκιμον εἶναι Κροίσῳ ἐπὶ τὴν χώρην, ἀπικόμενον δὲ τοῦτον καταστρἔψεσθαι τοὺς ἐπιχωίους, λέγοντες ὄφιν εἶναι γῆς παῖδα, ἵππον δὲ πολέμιόν τε καὶ ἐπήλυδα. Τεμησσέες μὲν νυν ταῦτα ὑπεκρίναντο Κροίσῳ ἤδη ἡλωκότι, οὐδὲν κω εἰδότες τῶν ἦν περὶ Σάρδις τε καὶ αὐτὸν Κροῖσον.
79.
Κῦρος δὲ αὐτίκα ἀπελαύνοντος Κροίσου μετὰ τὴν μάχην τὴν γενομένην ἐν τῇ Πτερίῃ, μαθῶν ὡς ἀπελάσας μέλλοι Κροῖσος διασκεδᾶν τὸν στρατὸν, βουλευόμενος εὕρισκε πρῆγμά οἱ εἶναι ἐλαῦνειν ὡς δύναιτο τάχιστα ὲπὶ τὰς Σάρδις, πρὶν ἢ τὸ δεύτερον ἀλισθῆναι τῶν Λυδῶν τὴν δύναμιν. ὡς δὲ οἱ ταῦτα ἔδοξε, καὶ ἐποίεε κατὰ τάχος· ἐλάσας γὰρ τὸν στρατὸν ἐς τὴν Λυδίην αὐτὸς ἄγγελος Κροίςῷἐληλύθεε. ἐνθαῦτα Κροῖσος ἐς ἀπορίην πολλὴν ἀπιγμένος, ὡς οἱ παρὰ δόξαν ἔσχε τὰ πρήγματα ἢ ὡς αὐτὸς κατεδόκεε, ὅμως τοὺς Λυδοὺς ἐξῆγε ἐς μάχην. ἦν δὲ τοῦτον τὸν χρόνον ἔθνος οὐδὲν ἐν τῇ Ἀσίῃ οὔτε ἀνδρηιότερον οὔτε ἀλκιμότερον τοῦ Λυδίου. ἡ δὲ μάχη σφέων ἦν ἀπ᾽ἵππων μεγάλα, καὶ αὐτοὶ ἦσαν ἱππεύεσθαι ἀγαθοί.
80.
ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεος ἐστὶ τοῦ Σαρδιηνοῦ, ἐὸν μέγα τε καὶ ψιλὸν (διὰ δὲ αὐτοῦ ποταμοὶ ῥεόντες καὶ ἄλλοι καῖ Ὕλλος συρρηγνῦσι ἐς τὸν μεγίστον, καλεόμενον δὲ Ἕρμον, ὃσ δὲ ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν), ἐνθαῦτα ὁ Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους, καταρρωδήσας τὴν ἵππον, ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε· ὅσαι τῷ στρατῷ τῷ ἑωυτοῦ εἵποντο σιτοφόροι τε καὶ σκευοφόροι κάμηελοι, ταὺτας πάσας ἁλίσας καὶ ἀπελὼν τὰ ἄχθεα ἄνδρας ἐπ᾽αὐτὰς ἀνέβησε ἱππάδα στολὴν ἐνεσταλμένους, σκευάδας δὲ αὐτοὺς προσέταξε τῆς ἄλλης στρατιῆς προϊέναι πρὸς τὴν Κροίσου ἵππον, τῇ δὲ καμήλῷ ἕπεσθαι τὸν πεζὸν στρατὸν ἐκέλευσε, ὄπισθε δὲ τοῦ πεζοῦ ἐπέταξε τὴν πᾶσαν ἵππον. ὡς δὲ οἱ πάντες διετετάξατο, παραίνεσε τῶν μὲν ἄλλων Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδῶν γινόμενον, Κροίσον δὲ αὐτὸν μὴ κτείνειν, μηδὲ ἢν συλλαμβανόμενος ἀμύνεται. ταῦτα μὲν παραίνεσε, τὰς δὲ καμήλους ἔταξε ἀντία τῆς ἵππου τῶνδε εἵνεκεν· κάμηλον ἵππος φοβέεται, καὶ οὐκ ἀνἔχεται οὔτε τὴν ἰδέην αὐτου οὔτε τὴν ὀδμὴν ὀσφραινόμενος. αὐτοῦ δὴ ὠν τούτου εἵνεκεν ἐσεσόφιστο, ἵνα τῷ Κροίςῷ ἄρχεστον ἦ τὸ ἱππικὸν, τῷ δὴ τι καὶ ἐπεῖχε ἐλλάμψεσθαι ὁ Λυδός. ὡς δὲ καὶ συνήισαν ἐς τὴν μάχην, ἐνθαῦτα ὡς δὲ ὤςφροντο τάχιστα τῶν καμήλῶν οἱ ἵπποι καὶ εἶδων αὐτάς, ὀπίσω ἀνέστρεφον, διέφθαρτό τε τῷ Κροἰσῷ ἡ ἑλπίς. οὐ μέντοι οἵ γε Λυδοὶ τὸ ἐνθεῦτεν δειλοὶ ἦσαν, ἀλλ᾽ ὡςἔμαθον τὸ γινόμενον, ἀποθορόντες ἀπὸ τῶν ἵππων πεζοὶ τοῖσι Πέρσῃσι συνέβαλλον. χρόνῳ δὲ πεσόντων ἀμφοτέρων οἱ Λυδοὶ, κατειληθέντες δὲ ἐς τὸ τεῖχος ἐπολιορκέοντο ὑπὸ τῶν Περσέων.
81.
τοῖσι μὲν δὴ κατεστήκεε πολιορκίη. Κροῖσος δὲ δοκέον οἱ χρόνον ἐπὶ μακρὸν ἔσεσθαι τὴν πολιορκίην ἔπεμπε ἐκ τοῦ τείχεος ἄλλους ἀγγελοὺς ἐς τὰς συμμαχίους. οἱ μὲν γὰρ πρότεροι διεπέμποντο ἐς πέμπτον μῆνα προερέοντες συλλέγεσθαι ἐς Σάρδις, τούτους δὲ εξέπεμπε τὴν ταχίστην δέεσθαι βοηθέειν ὡς πολιορκεομένου Κροίσου.
82.
ἔς τε δὴ ὦν τὰς ἄλλας ἔπεμπε συμμαχίας καὶ δὴ καὶ ἐς Λακεδαιμονα. τοῖσι δὲ καὶ αὐτοῖσι Σπαρτιήτῃσι κατ᾽αὐτὸν τοῦτον τὸν χρόνον συεπεπτώκεε ἔπις ἐοῦσα πρὸς Ἀργείους περὶ χώρου καλεομένου Θυρέης· τὰς γὰρ Θυρέας ταύτας ἐοῦσα τῆς Ἀργολίδας μοίρης ἀποταμόμενοι ἔσχον οἱ Λακεδαιμόνιοι. ἦν δὲ καῖ ἡ μέρχι Μαλέων πρὸς ἐσπέρην Ἀργείων, ἥ τε ἐν τῇ ἠπείρῷ χώρῇ καὶ ἡ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων. βοηθησάντων δὲ Ἀργείων τῇ σφετέρῃ ἀποταμνομένῃ, ἐνθαῦτα συνέβησαν ἐς λόγους συνελθόντες ὥστε τριηκοσίους ἑκατέρων μαχέσασθαι, ὁκότεροι δ᾽ἄν περιγένωνται, τούτων εἶναι τὸν χῶρον· τὸ δὲ πλῆθος τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἑκάτερον ἐς τὴν ἑωυτοῦ μηδὲ παραμένειν ἀγωνιζομένων, τῶνδε εἵνεκεν ἵνα μὴ παρεόντῶν τῶν στρατοπέδων ὁρῶντες οἱ ἕτεροι ἐσσουμένου τοὺς σφετέρους ἀπαμύνοιεν. Συνθέμενοι ταῦτα ἀπαλλάσσοντο, λογάδες δὲ ἑκατέρων ὑπολείφθεντες συνέβαλον. μαχομένων δὲ σφέων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς, Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος, Λακεδαιμονίων μὲν Ὀθρυάδης· ὑπολείφθησαν δὲ οὗτοι νυκτὸς ἐπλθούσης. οἱ μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἀργος, ὁ δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτὸν. ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι, τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν, λέγοντες οἳ δὲ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι, οἳ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας, τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκροὺς· τελος δὲ ἐκ τῆς ἔπιδος συμπεσόντες ἐμάχοντο, πεσόντων δὲ καὶ ἀμφοτέρον πολλῶν, ἐνίκων Λακεδαιμοόιοι. Ἀργεῖοι μὲν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς πρότερον ἐπάναγκες κομῶντες, ἐποιήσαντο ωόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα, μηδὲ τὰς γυναῖκας σφι χρυσοφορήσειν, πριν Θυρέας ἀνασώσωνται. Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον· οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν. τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων Ὀθρυάδην, αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτὸν.
83.
τοιούτων δὲ τοῖσο Σπαρτῃσι ἐνεστεώτων πρηγμάτων ἧκε ὁ Σαρδιηνὸς κὴρυξ δεόμενος Κροίςῳ βοηθέειν. πολιορκεομένῳ οἳ δὲ ὅμος, ἐπείτε ἐπύθοντο τοῦ κήρυκος ὁρμεάτο βοηθέειν. καὶ σφι ἤδε παρεσκευασμένοισι καὶ νεῶν ἐοθσέων ἑτοίμων ἤλθε ἄλλη ἀγγελίη, ὡς ἡλώκοι τὸ τείχος τῶν Λθδῶν καὶ ἔχοιτο Κροῖσος ζωγρηθείς. οὓτω δὴ οὗτοι μὲν συμφορὴν ποιησάμενοι μεγάλην ἐπέπαυντο.
84.
Σάρδιες δὲ ἥλωσαν ὧδε. ἐπειδὴ τεσσερεσκαιδεκὰτη ἐγένετο ἡμέρη πολιορκεομένῳ Κροίσῳ, Κῦρος τῇ στρατιῇ τῇ ἑωυτοῦ διαπέμπσας ἱππέας προείπε τῷ πρῶτῳ ἐπιβάντι τοῦ τείχεος δῶρα δώσειν. μετᾶ δὲ τοῦτο πειρησαμένης τῆς στρατιὴς, ἐνθαῦτα τῶν ἄλλων πεπαυμένων ἀνὴρ Μάρδος ἐπειρᾶτο προσβαίνων, τῷ οὔνομα ἦν Ὑροιάδης, κατὰ τοῦτο μὴ ἀλῷ κοτὲ τῆς ἀκροπόλιος τῇ οὐδεὶς ἐτέτακτο φύλακος· οὐ γὰρ ἐστὶ ταύτῃ ἡ ἀκρόπολις καὶ ἄμαχος· τῇ οὐδὲ Μήλης ὁ πρότερον βασιλεὺς Σαρδίων μούνῃ οὐ περιήνεικε τὸν λεόντα τὸν οἱ ἡ παλλακὴ ἔτεκε, Τελμησσέων δικασάντων ὡς περιενειχθέντος τοῦ λέοντος τὸ τεῖχος ἔσονται Σάρδιης ἀνάλωτοι. ὁ δὲ Μήλης κατὰ τὸ ἄλλο τεῖχος περιενείκας, τῇ ἦν ἐπίμαχον τὸ χωριον τῆς ἀκροπόλιος, κατηλόγησε τοῦτο ὡς ἐὸν ἄμαχόν τε καὶ ἀπότομόν· ἔστι δὲ πρὸς τοῦ Τμώλου τετραμμένον τῆς πόλιος. ὁ ὦν δὴ Ὑροιάδης οὗτος Μάρδος ἰδῶν τῇ προτεραίῃ τῶν τινα Λυδῶν κατὰ τοῦτο τῆς ἀκροπόλιος καταβάντα ἐπὶ κυνέην ἄνοθεν κατακυλισθεῖσαν καὶ ἀνελόμενον, ἐφρασθη καὶ ἐς θυμὸν ἐβάλετο· τότε δὲ δὴ αὐτός τε ἀναβεβήκεε καὶ κατ᾽αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον· προσβάντων δὲ συχνῶν οὕτω δὴ Σαρδιὴς τε ἡλώκεσαν καὶ πᾶν τὸ ἄστυ ἐπορθέετο.
85.
κατ᾽αὐτὸν δὲ Κροῖσον τάδε ἐγινετο. ἦν οἱ παῖς, τοῦ καὶ πρότερον ἐμεμνήσθην, τὰ μὲν ἄλλα ἐπεικής, ἄφωνος δὲ. ἐν τῇ ὦν παρελθουσῃ εὐεστοῖ ὁ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε, ἄλλα τε ἐπιφραζόμενος, καὶ δὴ καὶ ἐς Δελφοῦς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους. ἡ δὲ Πυθίη οἱ εἶπε τάδε.
ἁλισκομένου δὴ τοῦ τείχεος, ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων, Κροῖσος μὲν τῆς νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε, οὐδὲ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν· ὁ δὲ παῖς οὗτος ὁ ἄφωνος ὡς εἶδε ἐπιόντα τὸν Πέρσην, ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν, εἶπε δὲ «ὤνθρώπε, μὴ κτεῖνε Κροῖσον.» οὗτος μὲν δὴ τοῦτο ἤδε ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης.
86.
οἱ δὲ Περσας τὰς τε δὴ Σάρδις ἔσχον καὶ αὐτὸν Κροῖσον ἐξωγρήσαν, ἄρξαντα ἔτεα τέσσερεσκαίδεκα καὶ τεσσερεσκαίδεκα ἠμέρας πολιορκηθέντα, κατὰ τὸ χρηστήριόν τε καταπαύσαντα τὴν ἑωυτοῦ μεγάλην ἀρχὴν. λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον. ὁ δὲ συννήσας πυρὴν μεγάλην ἀνεβίβασε ἐπ᾽αὐτὴν τὸν Κροῖσον τε ἐν πέδῃσι δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παρ᾽αὐτὸν παῖδας, ἐν νόῳ ἔχων εἴτε δὴ ἀκροθίνια ταῦτα καταγιεῖν θεῶν ὅτεω δὴ, εἴτε καὶ εὐχὴν ἐπιτελέσαι θέλων, εἴτε καὶ πυθόμενος τὸν Κροῖσον εἶναι θεσσεβέα τοῦδε εἵνεκεν ἀνεβίβασε ἐπὶ τὴν πυρὴν, βουλόμενος εἰδέναι εἴ τίς μιν δαιμόνων ῥύσεται τοῦ μὴ ζῶντα κατακαυθῆναι. τὸν μὲν δὴ ποιέειν ταῦτα· τῷ δὲ Κροίσῳ ἐστεώτι ἐπὶ τῆς πυρὴς ἐσελθεῖν, καίπερ ἐν κακῳ ἐόντι τοσούτῳ, τὸ τοῦ Σόλωνος ὥς οἰ εἴη σὺν θεῷ εῤημένον, τὸ μηδένα εἶναι τῶν ζωόντον ὄλβιον. ὡς δὲ ᾶρα μιν προσστῆναι τοῦτο, ἀνεικάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡεσυχίης ἐς τρὶσ ὀνόμάσαι «Σόλων». καὶ τὸν Κῦρον ἀκούσαντα κελεῦσαι τοὺς ἑρμηέας ἐπειρέσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο, καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν· Κροῖσον δὲ τέως μὲν σιγὴν ἔχειν εἰρωτώμενον, μετὰ δὲ ὡς ἠναγκάζετο, εἱπεῖν «τὸν ἄν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρησμάτων ἐς λόγους ἐλθεῖν». ὡς δὲ σφι ἄσημα ἔφραζε, πάλιν ἐπειρώτων, τὰ λεγόμενα. Λιπαρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων ἔλεγε δὴ ὡς ἦλθε ἀρχὴν ὁ Σόλων ἐὼν Ἀθηναῖος, καὶ θεησάμενος πάντα τὸν ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε οἶα δὴ εἶπας, ὥς τε αὐτῷ πάντα ἀποβεβήκοι τῇ περ ἐκεῖνος εἶπε, οὐδὲν τι μᾶλλον ἐς ἑωυτὸν λέγων ἢ οὐκ ἐς ἄπαν τὸ ἀνθρὠπινον καὶ μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι. τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι, τῆς δὲ πυρὴς ἤδη ἀμμένης καίεσθαι τὰ περιέσχατα. καὶ τὸν Κῦρον ἀκούσαντα τῶν ἐρμηνέων τὰ Κροῖσος εἶπε, μεταγνόντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπὸν, γενόμενον ἑωυτοῦ εὐδαιμονίη οὐκ ἐλάσσω, ζῶντα πυρὶ διδοίη, πρὸς τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν ἀνθρώποισι ἀσφαλέως ἔχον, κελεύειν σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ καὶ καταβιβάζειν Κροῖσον καὶ τοὺς μετὰ Κροίσου. καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι.
87.
ἐνθαῦτα λέγεται ύπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κῦρου μετάγνωσιν, ὡς ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ, δυναμένους δὲ οὐκέτι καταλαβεῖν, ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικαλεόμενον, εἰ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη, παραστήναι καὶ ῥύσασθαι αὐτὸν ἐκ τοῦ παρεόντος κακοῦ. τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεὸν, ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ. κατασβεσθῆναι τε τὴν πυρὴν. οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ Κροῖσος καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθὸς καταβιβάσαντα αὐτὸν ἀπὸ τῆς πυρὴς εἰρέσθαι τάδε. «Κροίσε, τίς δὲ σε ἀνθρώπων ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι;» ὁ δὲ εἶπε «ὦ βασιλεῦ, ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ, τῇ ἐμεωυτοῦ δὲ κακοδαιμονίῃ, αἴτιος δὲ τούτων ἐγένετο ὁ Ἑλλήνων θεὸς ἐπαείρας ἐμέ στρατεύεσθαι. οὐδεὶς γὰρ οὕτω ἀνόητος ἐστὶ ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται· ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας. ἀλλὰ ταῦτα δαιμοσί κοῦ φίλον ἦν οὕτω γενέσθαι».
88.
ὁ μὲν ταῦτα ἐλεγε Κῦρος δὲ αὐτὸν λύσας κατεῖδέ τε ἐγγῦς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀποθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες. ὁ δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν· μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδομένος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραιζοντας εἶπε «ὦ βασιλεῦ, κότερον λέγειν πρὸς σέ τὰ νοέων τυγχάνω ἢ σιγᾶν ἐν τῷ παρεόντι χρή;» Κῦρος δὲ μιν θαρσέοντα ἐκέλευε λέγειν ὅ τι βούλοιτο. ὁ δὲ αὐτὸν εἰρώτα λέγειν «οὖτος ὁ πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργαζεται;» ὁ δὲ εἶπε «πόλιν τε τῆν σῆν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει». Κροῖσος δὲ ἀμείβετο «οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει· οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα· ἀλλὰ φέρουσι τε καὶ ἄγουσι τὰ σὰ».
89.
Κύρῷ δὲ ἐπιμελὴς ἐγένετο τὰ Κροῖσος εἶπε μεταστησάμενος δὲ τοὺς ἄλλους, εἴρετο Κροῖσον ὅ τι ἐνορῴη ἐν τοῖσι ποιευμένοισι. ὁ δὲ εἶπε «ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοὶ, δικαιῶ, εἴ τι ἐνορέω πλέον, σημαίνειν σοὶ. Πέρσαι φύσιν ἐόντες ὑβρίσταὶ εἰσι ἀρχήματοι. ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ κατασχόντας χρήματα μεγάλα γενέσθαι. ὂς ἄν αὐτῶν πλεῖστα κατάσχῃ, τοῦτον προσδέκεσθαι τοὶ ἐπαναστησόμενον. νῦν ὦν ποίησον ὧδε, εἰ τοι ἀρέσκει τὰ ἐγὼ λέγω· κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι τῇσι πύλῃσι φυλάκους, οἲ λεγόντων πρὸς τοὺς ἐκφέροντας τὰ χρήματα ἀπαιρεόμενοι ὡς σφέα ἀναγκαίως ἔχει δεκατευθῆναι τῷ Διί, καὶ σύ τέ σφι οὐκ ἀπεχθήναι βίῃ ἀπαιρεόμενος τὰ χρήματα, καὶ ἐκεῖνοι συγγνόντες ποιέειν σε δίκαια ἐκόντες προήσουσι».
90.
ταῦτα ἀκούων ὁ Κῦρος ὑπερήδετο, ὥς οἱ ἐδόκεε εὑ ὑποτίσεσθαι· αἰνέσας δὲ πολλά, καὶ ἐντειλάμενος τοῖσι δορυφόροισι τὰ Κροῖσος ὑπερθήκατο ἐπιτελέειν, εἶπε πρὸς Κροῖσον τὰδε. «Κροίσε, ἀμαρτεμένου σεῦ ἀνδρὸς βασιλέος χρηστὰ ἔργα καὶ ἔπεα ποιέειν, αἰτέο δόσιν ἥντινα βούλεαί τοι γενέσθαι παραυτίκα». ὁ δὲ εἶπε «ὦ δέσποτα, ἐάσας με χαριεῖ μάλιστα τὸν θεὸν τῶν Ἑλλήνων, τὸν ὲγὼ ἐτίμεθα θεῶν μάλιστα, ἐπειρέσθαι πέμψαντα τάσδε τὰ πέδας, εἰ ποιεύντας νόμος ἐστὶ οἱ». Κῦρος δὲ εἴρετο ὅ τι παραιτέοιτο. Κροῖσος δὲ οἱ ἐπαλιλλόγησε πᾶσαν τὴν ἑωυτοῦ διάνοιαν καὶ τῶν χρηστηρίων τὰς ὑποκρίσιας καὶ μάλιστα τὰ ἀναθήματα, καὶ ὡς ἐπαερθεὶς τῷ μαντηίῳ έστρατεύσατο ἐπὶ Πέρσας· λέγων δὲ ταῦτα κατέβαινε αὖτις παραιτεόμενος ἐπεῖναί οἱ τῷ θεῳ τοῦτο ὀνειδίσαι. Κῦρος δὲ γελάσας εἶπε καὶ τούτου τεύξεαι παρ᾽ἐμεῦ, Κροίσε, καὶ ἄλλου παντὸς τοῦ ἄν ἑκάστοτε δεῃ». ὡς δὲ ταῦτα ἤκουσε ὁ Κροῖσος, πέμπων τῶν Λυδῶν ἐς Δελφοὺς ἐντέλλετο τιθέντας τὰς πέδας ἐπὶ τοῦ νηοῦ τὸν οὐδὸν εἰρωτᾶν εἰ οὔ τι ἐπαισχύνεται τοῖσι μαντηίοισι ἐπαείρας Κροῖσον στρατεύεσθαι ἐπὶ Πέρσας ὡς καταπαύσοντα τὴν Κύρου δύναμιν, απ᾽ἧς οἱ ἀκροθίνια τοιαῦτα γενέσθαι, δεικνύντας τὰς πέδας· ταῦτά τε ἐπειρωτᾶν, καὶ εἰ ἀχαρίστοισι νόμος εἶναι τοῖσι Ἑλληνικοὶσι θεοὶσι.
91.
ἀπικομένοισι δὲ τοῖσι Λυδοῖσι καὶ λέγουσι τὰ ἐντεταλμένα τὴν Πυθίην λέγεται εἰπεῖν τὰδε «τὴν πεπρωμέην μοῖραν ἀδύνατα ἐστὶ ἀποφυγεῖν καὶ θεῷ· Κροῖσος δὲ πέμτου γονέος ἀμαρτάδα ἐξέπλησε, ὃς ἐὼν δορυφόρος Ἡρακλειδέων, δόλῳ γυναικηίῳ ἐπισπόμενος ἐφόνευσε τὸν δεσπότεα καὶ ἔσχε τὴν ἐκείνου τιμὴν οὐδέν οἱ προσήκουσαν. Προθυμεομένου δὲ Λοξίεω ὅκως ἄν κατὰ τοὺς παῖδας τοῦ Κροίσου γένοιτο τὸ Σαρδίων πάθος καὶ μὴ κατ᾽αὐτὸν Κροῖσον, οὐκ οἷόν τε ἐγίνετο παραγαγεῖν μοίρας. ὅσον δὲ ἐνέδωκαν αὗται, ἔνυσέ τε καὶ ἐχαρίσατό οἱ· τρία γὰρ ἔτεα ἐπενεβάλετο τὴν Σαρδίων ἅλωσιν, καὶ τοῦτο ἐπιστάσθῳ Κροῖσος ὡς ὕστερον τοῖσι ἔτεσι τούτοισι ἀλοὺς τῆς πεπρωμένης. δευτέρα δὲ τούτων καιομένῳ αὐτῷ ἐπήρκεσε. κατὰ δὲ τὸ μαντηίον τὸ γενόμενον οὐκ ὀρθῶς Κροῖσος μέμφεται. προηγόρευε γὰρ οἱ Λοξίης, ἢν στρατεύηται ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν αὐτὸν καταλύσειν. τὸν δὲ πρὸς ταῦτα χρῆν εὖ μέλλοντα βουλεύεσθαι ἐπειρέσθαι πέμπσαντα κότερα τὴν κότερα τὴν ἑωυτοῦ ἢ τὴν Κύρου λέγοι ἀρχὴν. οὑ συλλαβὼν δὲ τὸ ῥηθὴν οὐδ᾽ἐπανειρόμενος ἑωυτοῦ αἴτιον ἀποφαινέω· τῷ καὶ τὸ τελευταῖον χρηστηριαζόμενῳ εἶπε Λοξίης περὶ ἡμιόνου, οὐδὲ τοῦτο συνέλαβε. ἦν γὰρ δὴ ὁ Κῦρος οὗτος ἡμίονος· ἐκ γὰρ δυῶν οὐκ ὁμοεθνέων ἐγεγόνεε,μητρὸς ἀμείνονος, πατρὸς δὲ ὑποδεεστέρου· ἢν δὲ γὰρ ἦν Μηδὶς καὶ Ἀστυάγεος θυγάτηρ τοῦ Μήδων βασιλέος, ὁ δὲ Πέρσης τε ἦν καὶ ἀρχόμενος ὐπ᾽ἐκείνοισι καὶ ἔνερθε ἐῶν τοῖσι ἅλασι δεσποίνῃ τῇ ἑωυτοῦ συνοίκεε». ταῦτα μὲν ἡ Πυθίη ὑπεκρίνατο τοῖσι Λυδοῖσι, οἳ δὲ ἀκούσας συνέγνω ἑωυτοὺ εἶναι τὴν ἁμαρτάδα καὶ οὐ τοῦ θεοῦ. κατὰ μὲν η τὴν Κροίσου τε ἀρξὴν καὶ Ἰωνίης τὴν πρώτην καταστροφὴν ἔσχε οὗτω.
92.
Κροίςῳ δὲ ἐν γὰρ ἐστὶ ἄλλα ἀναθήματα ἐν τῇ Ἑλλάδι πολλὰ καὶ οὐ τὰ εἰρημένα μοῦνα. ἐν μὲν γὰρ Θήβῃσι τῇσι βοιωτῶν τρίπους χρύσεος, τὸν ἀνέθηκέ τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ, ἐν δὲ Ἐφέσῳ αἵ τε βόες αἱ χρυσέαι καὶ τῶν κιόνῶν αἱ πολλαί, ἐν δὲ Προνηΐης τῆς ἐν Δελφοῖσι ἀσπὶς χρυσέη μεγάλη. Ταῦτα μὲν καὶ ἔτι ἐς ἐμέ ἦν περιεόντα, τὰ δ᾽ἐξαπόλωλε τῶν ἀναθημάτων· τὰδ᾽ἐν Βραγχίδῃσι τῇσι Μιλησίων ἀναθήματα Κροίσω, ὡς ἐγὼ πυνθανομαι, ἴσα τε σταθμὸν καὶ ὅμοια τοῖσι ἐν Δελφοῖσι. τὰ μὲν νυν ἔς τε Δελφοὺς καὶ ἐς τοῦ Ἀμφιάρεω ἀνέθηκε οἰκήϊά τε ἐόντα καὶ τῶν πατρῴων χρημάτων ἀπαρχήν· τὰ δὲ ἄλλα ἀναθήματα ἐξ ἀνδρὸς ἐγένετο οὐσίης ἐχθροὺ, ὅς οἱ πρὶν ἤ βασιλεύεσαι ἀντιστασιώτης κατεστήκεε, συσπεύδων Πανταλέοντι γενέσθαι τὴν Λυδῶν ἀρχὴν. ὁ δὲ Πανταλέων ἦν Ἀλυάττεω μὲν παῖς, Κροίσου δὲ ἀδελφέος οὐκ ὁμομήτριος· Κροῖσος μὲν γὰρ ἐκ Καείρης ἦν γυναικὸς Ἀλυάττῃ, Πανταλέων δὲ ἐξ Ἰάδος. ἐπείτε δὲ δόντας τοῦ πατρὸς ἐκράτησε τῆς ἀρχῆς ὁ Κροῖσος, τὸν ἄνθρωπον τὸν ἀντιπρήσσοντα ἐπὶ κνάφου ἕλκων διέφθειρε, τὴν δὲ οὐσίην αὐτοῦ ἔτι πρότερον κατιρώσας, τὸτε τρόπῳ τῷ εἰρημένῳ ἀνέθηκε ἐς τὰ εἴρηται. καὶ περῖ ἀναθημάτων τοσαῦτα εἰρήσθω.
93.
θώυματα δὲ γῆ ἡ Λυδίη ἐς συγγραφὴν οὐ μάλα ἔχει, οἷά τε καὶ ἄλλη χώρη, πάρεξ τοῦ Τμώλου καταφερομένου ψήγματος. ἓν δὲ ἔργον πολλὸν μέγιστον παρέχεται χωρὶς τῶν τε Ἀιγυπτίων ἔργων καὶ τὼν Βαβυλωνίων· ἔστι αὐτόθι Ἀλυάττεω τοῦ Κροίσου πατὸς σὴμα, τοῦ ἡ κρηπίς μὲν ἐστὶ λίθων μεγάλων, τὸ δὲ ἄλλο σῆμα χῶμα γῆς. ἐξεργάσαντο δὲ μιν οἱ ἀγοραῖοι ἄνθρωποι καὶ οἱ χειρώνακτες καὶ αἱ ἐνεργαζόμεναι παιδίσκαι. οὖροι δὲ πέντε ἐόντες ἔτι καὶ ἐς ἐμέ ἦσαν ἐπὶ τοῦ σήματος ἄνω, καὶ σφι γράμματα ἐνεκεκόλαπτο τὰ ἕκαστοι ἐξεργάσαντο, καὶ ἐφαίνετο μετρεόμενον τὸ τῶν παιδισκέων ἔργον ἐὸν μέγιστον. τοῦ γὰρ δὴ Λυδῶν δήμου αἱ θυγατέρες πορνεύονται πᾶσαι, συλλέγουσαι σφίσι δὲ φερνὰς, ἐς ὃ ἄν συνοικἠσωσι τοῦτο ποιέουσαι· ἐκδίδουσι δὲ αὐταὶ ἑωυτάς. ἡ μὲν δὴ περίοδος τοῦ σήματός εἰσὶ στάδιοι ἓξ καὶ δύο πλέθρα, τὸ δὲ εὖρος ἐστὶ πλέθρα τρία καὶ δέκα. λίμνη δὲ ἔχεται τοῦ σήματος μεγάλη, τὴν λέγουσι Λυδοὶ ἀείναον εἶναι· καλέεται δὲ αὔτη Γυγαίη. τοῦτο μὲν δὴ τοιοῦτο ἐστὶ.
94.
Λυδοὶ δὲ νόμοισι μὲν παραπλησίοιοσι χρέωνται καὶ Ἕλληνές, χωρὶς ἢ ὅτι τὰ θήλεα τέκνα καταπορνεύουσι, πρῶτοι δὲ ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν νόμισμα χρυσοῦ ἐχρήσαντο, πρῶτοι δὲ καὶ κάπηλαι έγένοντο. φασὶ δὲ αὐτοὶ Λυδοὶ καὶ τὰς νῦν σφίσι τε καὶ Ἔλλησι κατεστεώσας ἑωυτῶν ἐξεύρημα γενέσθαι· ἅμα δὲ ταῦτας τε ἐξευρεθῆναι παρὰ σφίσι λέγουσι καὶ Τυρσηνίην ἀποικίσαι, ὧδε περὶ αὐτῶν λέγοντες. ἐπὶ Ἄτυος τοῦ Μάνεω βασιλέος σιτιδείην ἰσχυρὴν ἀνὰ τὴν Λυδίην πᾶσαν γενέσθαι, καὶ τοὺς Λυδοὺς τέως μὲν διάγειν λιπαρέοντας, μετὰ δὲ ὡς οὐ παύεσθαι, ἄκεα δίζησθαι, ἄλλον δὲ ἄλλο ἐπιμηχανάσθαι αὐτῶν. ἐξευρεθῆναι δὴ ὦν τότε καὶ τῶν κύβων καὶ τῶν ἀστραγάλων καὶ τῆς σφαίρης καὶ τῶν ἀλλέων πασέων παιγνιέων τὰ εἴδεα, πλὴν πεσσῶν τούτων γὰρ ὦν τὴν ἐξεύρεσιν οὐκ οἰκηιοῦνται Λυδοί. ποιέειν δὲ ὧδε πρὸς τὸν λιμὸν ἐξευρόντας, τὴν μὲν ἐτέρην τῶν ἡμερέων παὶζειν πᾶσαν, ἵνα δὴ μὴ ζητέοιεν σιτία, τὴν δὲ ἑτέρην σιτέεσθαι παυομένους τῶν παιγνιέων. τοιούτῳ τρόπῳ διάγειν ἐπ᾽ἔτεα δυῶν δέοντα εἶκοσι. ἐπείτε δὲ οὐκ ἀνιέναι τὸ κακὸν ἀλλ᾽ ἔτι ἐπὶ μᾶλλον βιάζεσθαι οὕτω δὴ τὸν βασιλέα αὐτῶν δύο μοίρας διελόντα Λθδῶν πάντων κληρῶσαι τὴν δὲ ἐπὶ ἐξόδῳ ἐκ τῆς χώρης, καὶ ἐπὶ μὲν τῇ μένειν αὐτοῦ λαγχανούσῃ τῶν βασιλέα προστάσσειν, ἐπὶ δὲ τῇ ἀπαλλασσομένῃ τὸν ἑωυτοῦ παῖδα, τῷ οὔνομα εἶναι Τυρσηνὸν. λαχόντας δὲ αὐτῶν τοὺς ἑτερους ἐξιέναι ἐκ τῆς χώρης καταβῆναι ἐς τὸ μεχανήσασθαι πλοῖα, ἐς τὰ πάντα ὅσα σφι ἦν χρηστὰ ἐπίπλοα, ἀποπλέειν κατὰ βίου τε καὶ γῆς ζήτησιν, ἐς ὃ ἔθνα πολλὰ παραμειψαμένους ἀπικέσθαι ἐς Ὀμβρικούς, ἔνθα σφέας ἐνιδρύσασθαι πόλιας καὶ οἰκέειν τὸ μέχροι τοῦδε. ἀντὶ δὲ Λυδῶν μετονομασθῆναι αὐτοὺς ἐπὶ τοῦ βασιλέος τοῦ παιδός, ὅς σφεας ἀνήγαγε, ἐπὶ τούτου τὴν ἐπωνυμίην ποιευμένος ὀνομασθῆναι Τυρσηνοὺς. Λυδοὶ μὲν δὴ ὑπὸ Πέρσῃσι ἐδεδούλωντο.
95.
ὲπιδίζεται δὲ δὴ τὸ ἐνθεῦτεν ἡμῖν ὁ λόγος τὸν τε Κῦρου ὅστις ἐὼν τὴν Κροῖσου ἀρχὴν κατεῖλε, καὶ τοὺς Πέρσας ὅτεῳ τρόπῳ ἡγήσαντο τῆς Ἀσίης. ὠς ὦν Περσέων μετεξέτεροι λέγουσι, οἱ μὴ βουλόμενοι σεμνοὺν τὰ περὶ Κῦρον ἄλλα ἐόντα λέγειν λόγον, κατὰ ταῦτα γράψω, ἐπιστάμενος περὶ Κύρου καὶ τριφασίας ἄλλας λόγων ὁδοὺς φῆναι. Ἀσσυρίων ἀρχόντων τῆς ἄνὸ Ἀσίης ἐπ᾽ἔτεα εἴκοσι καὶ πεντακόσια, πρῶτοι ἀπ᾽αὐτῶν Μῆδοι ἤρξοντα ἀπίστασθαι κως οὗτοι περὶ τῆς ἐλευθερίης μαχεσόμενοι τοῖσι Ἀσσυρίοισι ἐγένοντο ἄνδρες ἀγαθοὶ, καὶ ἀπωσάμενοι τὴν δουλοσύην ἐλευθερώθησαν. μετὰ δὲ τούτους καὶ τὰ ἄλλα ἔθνεα ἐποίεε τὠυτὸ τοῖσι μήδοισι. ἐόντον δὲ αὐτονόμων πάντων ἀνὰ τὴν ἤπειρον, ὧδε αὖτις ἐς τυραννίδα περιῆλθον.
96.
ἀνὴρ ἐν τοῖσι ἐν τοῖσι Μήδοισι ἐγένετο σοφὸς τῷ οὔνομα ἦν Δηιόκης, παῖς δ᾽ἦν Φραόρτεω. οὗτος ὀ Δηιόκης ἐράσθεις τυραννίδα ἐποίεε τοιάδε καταικημένων τῶν μήδων κατὰ κώμας, ἐν τῇ ἑωυτοὺ ἐὼν καὶ πρότερον δόκιμος καὶ μᾶλλόν τι καὶ προθυμότερον δικαιοσύνην ἐπιθέμενος ἤσκεε· καὶ ταῦτα μέντοι ἐούσης ἀνομίης πολλῆς ἀνὰ πᾶσαν τὴν μηδικὴν ἐποίεε, ἐπιστάμενος ὅτι τῷ δικαίῳ τὸ ἄδικον πολέμιον ἐστὶ. οἱ δ᾽ἐκ τῆς αὐτῆς κώμης Μῆδοι ὁρῶντες αὐτοῦ τοὺς τρόπους δικαστήν μιν ἑωυτῶν αἱρέοντο. ὁ δὲ δή, οἷα μνώμενος ἀρχὴν, ἱθύς τε καὶ δίκαιος ἐπαινον εἶχε οὐκ ὀλίγον πρὸς τῶν πολιητέων, οὗτω ὤστε πυνθανόμενοι οἱ ἐν τῇσι ἄλλῃσι κώμῃσι ὡς Δηιόκης εἴη ἀνὴρ μοῦνος κατὰ τὸ ὀρθὸν δικάζον, πρότερον περιπίπτοντες ἀδίκοισι γνώμῃσι, τότε ἐπείτε ἤκουσαν ἄσμενοι, ἐφοίτων παρὰ τὸν Δηιόκεα καὶ αὐτοὶ δικασόμενοι, τέλος δὲ οὐδενὶ ἄλλῳ ἐπετράποντο.
97.
πλεῦνος δὲ αἰεὶ γινομένου τοῦ ἐπιφοιτέοντος, οἷα πυνθανομένων τὰς δίκας ἀποβαίνειν κατὰ τὸ ἐόν, γνοὺς ὁ Δηιόκης ἐς ἑωυτὸν πᾶν ἀνακείμενον οὔτε κατίζειν ἔτι ἤθελε ἔνθα περ πρότερον προκατίζων ἐδίκαζε, οὐτ᾽ἔφη δίκαν ἔτι· οὐ γὰρ οἱ λυσιτελέειν τῶν ἑωυτοὺ ἐξημεληκότα τοῖσι πέλας δι᾽ἠμέρης δικάζειν. ἐούσης ὦν ἁπαργῆς καὶ ἀνομίης ἔτι πολλῳ μᾶλλον ἀνὰ τὰς κώμας ἢ πρότερον ἦν, συνελέχθησαν οἱ Μῆδοι ἐς τὠυτο καὶ ἐδίδοσαν σφίσι λόγον, λέγοντες περὶ τῶν κατεκόντων. ὠς δ᾽ἐγὼ δοκέω, μάλιστα ἔλεγον οἱ τοῦ Δηιόκεω φίλοι «οὐ γὰρ δὴ τροπῳ τῷ παρεόντι χρεόμενοι δυνατοὶ εἰμὲν οἰκέειν τὴν χώρην, φέρε στήσωμεν ἡμέων αὐτὸν βασιλέα· καὶ οὕτω ἥ τε χωρῇ εὐνομήσεται καὶ αὐτοὶ πρὸς ἔργα τρεφόμεθα, οὐδὲ ὑπ᾽ἀνομίης ἀναστάτοι ἐσόμεθα». ταῦτα κῃ λέγοντες πείθουσι ἑωυτοὺς βασιλεύεσθαι.
98.
αὐτίκα δὲ προβαλλομένων ὅντινα στήσονται βασιλέα, ὁ Δηιόκης ἦν πολλὸς ὑπὸ παντὸς ἀνδρὸς καὶ προβαλλόμενος καὶ αἰνεόμενος, ἐς ὃ τοῦτον καταινέουσι βασιλέα σφίσι εἶναι. ὁ δὲ ἐκέκελευε αὐτοὺς οἰκία τε ἑωυτῷ ἄξια τῆς βασιληίης οἰκοδομῆσαι καὶ κρατύναι αὐτὸν δορυφόροιοσι· ποιεῦσι δὴ ταῦτα οἱ Μῆδοι. οἰκοδομέουσι τε γὰρ αὐτῷ οἱκία μεγάλα τε καὶ ἰσχυρά, ἵνα αὐτὸς ἔφρασετῆςχώρης, καὶ δορυφόρους αὐτῷ ἐπιτρέπουσι ἐκ πάντων Μῆδων καταλέξασθαι. ὁ δὲ ὠς ἔσχε τὴν ἀρχὴν, τοὺς Μῆδους ἠνάγκασε ἓν πόλισμα ποιήσασθαι καὶ τοῦτο περιστέλλοντας τῶν ἄλλων ἧσσον ἐπιμέλεσθαι. Πειθομένων δὲ καὶ ταῦτα τῶν Μῆδων οἰκοδομέει τείχεα μεγάλαδ᾽ τε καὶ καρτερὰ ταῦτα τὰ νῦν Ἀγβάτανα κέκληται, ἕτερον ἑτέρῳ κύκλῳ ἐνεστεῶτα. Μεμηχάνηται δὲ οὕτω τοῦτο τὸ τεῖχος ὥστε ὁ ἕτερος το ἑτέρου κύκλος τοῖσι προμαχεῶσι μούνοισι ἐστὶ ὑψηλότερος. Τὸ με`ν κού τι καὶ τὸ χωρίον συμμάχεει κολωνὸς ἐὸν ὥστε τοιοῦτο εἶναι, τὸ δὲ καὶ μᾶλλον τι ἐπετηδεύθη. Κύκλων δ᾽ ἐόντον τῶν συναπάντων ἑπτα, ἐν δὴ τῷ υτλευταίῳ τὰ βασιλήια ἔνεστι καὶ οἱ θησαυροί. τὸ δ᾽ αὐτῶν μέγιστον ἐστὶ τεῖχος κατά τὸν Ἀθηνέων κύκλον μᾶλιστα κῃ τὸ μέγαθος. τοῦ μὲν δὴ πρῶτου κύκλου οἱ προμαχεῶνες ἐισὶ λευκοί, τοῦ δὲ δευτέρου μέλανες, τρίτου δὲ κύκλου φοινικέοι, τετάρτου δὲ κυάνεοι, πέμπτου δὲ σανδαράκινοι. οὕτω τῶν πέντε κύκλων οἱ προμαχεῶνες ἠνθισμένοι εἰσὶ φαρμάκοισι. δύο δὲ οἱ τελευταῖοι εἰσὶ ὃ μὲν καταργυρωμένος ὁ δὲ κατακέχρθσωμένους ἕχων προμαχεῶνας.
99.
ταῦτα μὲν δὴ ὁ Δηιόκης ἑωυτοῦ τε ἐτείχεε καὶ περὶ τὰ ἑωυτοῦ οἱκία, τὸν δὲ ἄλλον δῆμον πέριξ εκέλευε τὸ τεῖχος οἰκέειν. οἰκοδομηθέντων δὲ πάντων κόσμον τόνδε Δηιόκης πρῶτος ἐστὶ ὁ καταστησάμενος, μήτε ἐσιέναι παρὰ βασιλέα μηδένα, δι᾽ ἀγγέλων δὲ πάντα χρᾶσθαι, ὁράσθαι τε βασιλέα ὑπὸ μηδενὸς, πρὸς τε τούτοισι ἔτι γελᾶν τε καὶ ἀντίον πτύειν καὶ ἅπασι εἶναι τοῦτό γε αἰσχρόν. ταῦτα δὲ περὶ ἑωυτοῦ ἐσέμνυνε τῶνδε εἵνεκεν, ὅκως ἄν μὴ ὁρῶντες οἱ ὁμήλικης, ἐόντας σύντροφοί τε ἐκείνῳ καὶ οἰκίης οὐ φλαυροτέρης οὐδὲ ἐς ἀνδραγαθίην λειπόμενοι, λυπεοίατο καὶ ἐπιβουλεύοιεν, ἀλλ᾽ ἑτεροῖός σφι δοκέοι εἶναι μὴ ὁρῶσι.
100.
ἐπεὶτε δὲ ταῦτα διεκόσμησε καὶ ἐκράτυνε ἑωυτοῦ τῇ τυραννίδε, ἦν τὸν δίκαιον φυλάσσων χαλεπὸς· καὶ τάς τε δίκας γράφοντες ἔσω παρ᾽ ἐκεῖνον ἐσπέμπεσκον, καὶ ἐκεῖνος διακρίνων ἐκπέμεσκε. ταῦτα μὲν κατὰ τὰς δίκας ἐποίεε, τάδε δὲ ἄλλα ἐκεκοσμέατο οἱ· εἴ τινα πυνθάνοιτο ὑβρίζοντα, τοῦτον ὅκως μεταπέμψαιτο κατ᾽ἀξσίην ἑκάστου ἀδικήματος ἐδικαίηευ, καὶ οἱ κατάσκοποί τε καὶ κατήκοοι ἦσαν ἀνὰ πᾶσαν τὴν χώρην τῆς ἦρχε.
101.
Δηιόκης μὲν νυν τὸ Μηδικὸν ἔθνος συνέστρεψε μοῦνον καὶ τοῦτον ἦρξε· ἔστι δὲ Μήδων τοσάδε γένεα, Βοῦσαι, Παρητακηνοὶ, Στρούχατες, Ἀριζαντοὶ, Βούδιοι, Μᾶγοι. γένεα μὲν δὲ Μήδων ἐστὶ τοσάδε.
102.
Δηιόκεω δὲ παῖς γίνεται Φραόρτης, ὃς τελευτήσαντος δηιόκεω, βασιλεύσαντος τρία καὶ πεντήκοντα ἔτεα, παραδέξατο τὴν ἀρχὴν, παραδεξάμενος δὲ οὐκ ἀπεχρᾶτο μούνων Μήδων ἄρχειν, ἀλλὰ στρατρευεσάμενος ἐπὶ τοὺς Πέρσας πρώτοισί τε τούτοισι τούτοισι ἐπεθ´γκατο καὶ πρώτους Μήδων ὑπηκόους ἐποίησε. μετὰ δὲ ἔχων δύο ταῦτα ἔθνεα καὶ ἀμφότερα ἰσχυρά, κατεστρέφετο τὴν Ἀσίην ἀπ᾽ ἄλλου ἐπ᾽ἀλλο ᾽Ιὼν ἔθνος, ἐς ὃ στρατευσάμενος ἐπὶ τοὺς Ἀσσυρίους καὶ Ἀσσυρίων, τούτους οἲ Νίνον εἶχον καὶ ἦρχον πρότερον πάντων, τότε δὲ ἦσαν μεμουνωμένοι μὲν συμμάχων ἁτε ἀπεστεώτων, ἄλλως μέντοι ἑωυτῶν εὖ ἥκοντες, ἐπὶ τούτους δὴ στρατευσάμενος ὁ Φραότης αὐτός τε διεφθάρη, ἄρξας δύο καὶ εἴκοσι ἔτεα, καὶ ὁ στρατὸς αὐτοῦ ὁ πολλός.
103.
Φραόρτεω δὲ τελευτήσαντος ἐξεδέξατο Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω παῖς. οὗτος λέγεται πολλὸν ἔτι γενέσθαι ἀλκιμώτεροςτῶν προγόνων, καὶ πρώτός τε ἐλόχισε κατὰ τέλεα τοὺς ἐν τῇ, Ἀσίῃ καὶ πρώτος διέταξε χωρὶς ἐκάστους εἶναι, τοὺς δὲ αἰχμοφόρους καὶ τοὺς τοξοφόρους καὶ τοὺς ἱππέας· πρὸ τοῦ δὲ ἀναμὶξ ἦν πάντα ὁμοίως ἀναπεφυρμένα. οὗτος ὁ τοῖσι Λυδοῖσι ἐστὶ μαχεσάμενος ὅτε νὺξ ἡ ἡμέρη ἐγένετο σφι μαχομένοισι, καὶ ὁ τὴν Ἅλυος ποταμοῦ ἄνω Ἀσίην πᾶσαν συστήσας ἑωυτῷ. συλλέξας δὲ τοὺς ὑπ᾽ἑωυτῷ ἀρχομένους πάντας ἐστραυεύετο ἐπὶ τὴν Νίνον, τιμωρέων τε τῷ πατρὶ καὶ τὴν πόλιν ταύτην θήλων ἐξελεῖν. καὶ οἱ, ὡς συμβαλὼν ἐνίκησε ἐπῆλθε Σκυθέων στρατὸς μέγας, ἦγε δὲ αὐτοὺς βασιλεὺς ὁ Σκυθέων Μαδύης Προτοτύεω παῖς· οἳ ἐσέβαλον μὲν ἐς τὴν Ἀσίην Κιμμερίους ἐκβαλόντες ἐκ τῆς Εὐρώπης, τούτοισι δὲ ἐπισπόμενοι φεύγουσι οὕτω ἐς τὴν Μηδικὴν χώρην ἀπίκοντο.
104.
ἔστι δὲ ἀπο τῆς λίομνης τῆς Μαιήτιδος ὲπὶ Φάσιν ποταμὸν καὶ ἐς Κόλχους τριήκοντα ἡεμερέων εὐζώνῳ ὁδός, ἐκ δὲ τῆς Κολχίδος οὐ πολλὸν ὑπερβῆναι ἐς τὴν Μηδικήν, ἀλλ᾽ ἓν τὸ διὰ μέσου ἔθνος αὐτῶν ἐστὶ, Σάσπειρες, τοῦτο δὲ παραμειβομένοι εἶναι ἐν τῇ Μηδικῇ. οὑ μέντοι οἵ γε Σκύθαι ταύτῃ ἐσέβαλον, ἀλλὰ τὴν κατύπερθε ὁδὸν πολλῷ μακροτέρην ἐκτραπόμενοι, ἐν δειξῇ ἔχοντες τὸ Καυκάσιον ὅρος. ἐνθαῦτα οἱ μὲν Μῆδοι συμβαλόντες τοῖσι Σκύθῃσι καὶ ἐσσωθέντες τῇ μάχῃ τῆς ἀρχῆς κατελύθησαν. οἱ δὲ Σκύθαι τὴν Ἀσίην πᾶσαν ἐπέχον.
105.
ἐνθεῦτεν δὲ ἤισαν ἐπ᾽Αἴγυπτον. καὶ ἐπείτε ἐγένοντο ἐν τῇ Παλαιστίῃ Συρίῃ. Ψαμμήτιχος σφέας Αἰγύτου βασιλεὺς ἀντιάσας δώροισι τε καὶ λιτῇσι ἀποτράπει τὸ προσωτέρω μὴ πορεύεσθαι. οἳ δὲ ἐπείτε ἀναχωρέοντες ὀπίσω ἐγένοντο τῆς Συρίης ἐν Ἀσκάλωνι πόλι, τῶν πλεόνων Σκυθέων παρεξελυόντων ἀσινέων, ὀλίγοι τινὲς αὐτῶν ὐπολειφθέντες ἐσύλησαν τῆς οὐρανίης Ἁφροδίτης τὸ ἱρόν, ἔστι δὲ τοῦτο τὸ ἱρὸν, ὡς ἐγὼ πυνθανόμενος εὑρίσκω, παντῶν ἀρχαιότατον ἱρὸν ὅσα ταύτης τῆς θεοῦ· καὶ γὰρ τὸ ἐν Κύπρῳ ἱρὸν ἐνθεῦτεν ἐγένετο, ὡς αὐτὶ Κύπριοι λέγουσι, καὶ τὸ ἐν Κυθήροισι Φοίνικές εἰσὶ οἱ ἱδρυσάμενοι ἐκ ταύτης τῆς Συρίης ἐόντες. τοῖσι δὲ τῶν Σκυθέων συλήσασι τὸ ἱρὸν τὸ ἐν Ἀσκάλωνι καὶ ὁρᾶν παρ᾽ἑωυτοῖσι τοὺς ἀπικνεομένους τὴν Σκυθικὴν χώρην ὡς διακέαται τοὺς καλέουσι Ἐνάρεας οἱ Σκύθαι.
106.
ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι, καὶ τὰ πάντα σφι ὑπὸ ὑβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν. χωρὶς μὲν γὰρ φόρον ἔπρησσαν παρ᾽ἐκάστων τὸν ἑκάστοιοσι ἐπέβαλλον, χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες τοῦτο τι ἔχοιεν ἕκαστοι. καὶ τούτων μὲν τοὺς πλεῦνας Κυαξάρης τε καὶ Μῆδοι ξεινίσαντες καὶ καταμεθύσαντες κατεφόνευσαν, καὶ οὓτω ἀνεσώσαντο τὴν ἀρχὴν Μῆδοι καὶ ἐπεκτράτεον τῶν περ καὶ πρότερον, καὶ τὴν τε Νίνον εἷλον (ὡς δὲ εἷλον ἐν ἑτέροισι λόγοισι δηλώσω) καὶ τοῦς Ἀσσυρίους ὑποχειρίους ἐποιήσοντα πλὴν τῆς Βαβυλωνίης μοίρης. μετὰ δὲ ταῦτα Κυαξάρης μὲν, βασιλεύσας τεσσερακόντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξσαν τελευτᾷ.
107.
ἐξδέκεται δὲ Ἀστυάγης Κυαξάρεω παῖς τὴν βασιλίην. καὶ οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην· τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε πλῆσαι μὲν τὴν Ἀσίην πᾶσαν ὑπερθέμενος δὲ τῶν Μάγων τοῖσι ὀνειροπόλουσι τὸ ἐνύπνιον, ἐφοβήθη παρ᾽αὐτὰ ἕκαστα μαθών. μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοὶ γυναῖκα, δεδοικὼς τὴν ὄψιν· ὁ δὲ Περσῃ διδοὶ τῷ οὔνομα ἦν Καμβύσης, τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου, πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου.
108.
συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης, ὁ Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν, ἐδόκεε δὲ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατερὸς ταύτης φῦναι ἄμπελον ἐπίσχεῖν τὴν Ἀσίην πᾶσαν. ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι, μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θγατέρα ἐπίτεκα ἐθῦσαν, ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι· ἐκ γὰρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι ὁ τῆς θυγατερὸς αὐτοῦ γόνος βασιλεύεσειν ἀντὶ ἐκείνου. ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης, ὡς ἐγένετο ὁ Κῦρος, καλέσας Ἅρπαγον, ἄνδρα οἰκηίον καὶ πιστότατον τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ, ἔλεγέ οἱ τοιάδε. «Ἅρπαγε, πρῆγμα τὸ ἄν τοι προσθέω, μηδαμῶς παραχρήσῃ, μηδὲ ἔμέ τε παραβάλη καὶ ἄλλους ἐλόμενος ἐξ ὕστέρης σοὶ αὐτῷ περιπέσῃς· λάβε τὸν Μανδάνην ἔτεκε παῖδα, φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον, μετὰ δὲ θάψων ὅτεω αὐτὸς βούλαι». ὁ δὲ ἀμείβεται « ὦ βασιλεῦ, οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν, φυλασσόμθα σὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν. ἀλλ᾽ εἲ τοι φίλον τοῦτο οὕτω γίνεσθαι, χρὴ δὴ τὸ γε ἐμὸν ύπερητέεσθαι ἐπιτηδέως».
109.
τούτοισι ἀμειψάμενος ὁ Ἅρπαγος, ὥς οἱ παραδώθη τὸ παιδίον κεκοσμημένον τὴν ἐπὶ θανάτῳ ἤιε κλαῖων ἐς τὰ οἰκία· παρελθῶν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα Ἀστυάγεος ῥηθέντα λόγον. ἣ δὲ πρὸς αὐτὸν λέγει «νῦν ὦν τί σοὶ ἐν νόῳ ἐστὶ ποιέειν;» ὁ δὲ ἀμείβεται «οὐ τῇ ἐντέλλετο Ἀστυάγης, οὐδ᾽ει παραφρονήσει τε καὶ μανέεται κάκιον ἢ νῦν μαίνεται, οὔ οἱ ἔγωγε προσθήσομαι τῇ γνώμῃ οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω. πολλῶν δὲ εἵνεκα οὐ φονεύσω μιν, καὶ ὅτι αὐτῷ μοι συγγενής ἐστὶ ὁ παῖς, καὶ ὅτι Ἀστυάγης μὲν ἐστὶ γέρων καὶ ἅπαις ἔρσενος γόνου· εἰ δ᾽ἐθελήσει τούτου τελευτήσαντος ἐς τὴν θυγατέρα ταύτην ἀναβῆναι ἡ τυραννίς, τῆς νῦν τὸν υἱὸν κτείνει δι᾽ἐμεῦ, ἄλλο τι ἢ λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων ὁ μέγιστος; ἀλλὰ τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ δεῖ τοῦτον τελευτᾶν τὸν παῖδα, δεῖ μέντοι τῶν τινα Ἀστυάγεος αὐτοῦ φονέα γενέσθαι καὶ μὴ τῶν ἐμῶν».
110.
ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων Ἀστυάγεος ἐπίστατο νομάς τε ἀπιτηδεοτάτος νέοντα καὶ ὄρεα θηριωδέστατα· τῷ οὔνομα ἦν Μιτραδάτες, συνοίκεε δὲ ἑωυτοῦ συνδούλη, οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ μὲν δὲ τὴν Ἑλλήνων γλώσσαν, κατὰ δὲ τὴν Μηδικὴν, Σπακώ· τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι. αἰ δὲ ὑπώρεαι εἰσὶ τῶν ὀρέων, ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὕτος δὴ ὁ βουκόλος, πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου· ταύτῃ μὲν γὰρ ἡ Μηδιη χωρῇ πρὸς Σασπείρων ὀρεινή ἐστὶ κάρτα καὶ ϋψηλὴ τε καὶ ἴδησι συνηρεφῆς, ἠ δὲ ἄλλη Μηδικὴ χωρῇ ἐστὶ πᾶσα ἄπεδος. ἐπεὶ ὦν ὁ βουκόλος σπουδὴ πολλῇ καλεόμενος ἀπίκετο, ἔλεγε ὁ Ἅρπαγος τάδε. «κελεύει σε Ἀστυαγης τὸ παιδιον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ἔρέων, ὅκως ἄν τάχιστα διαφθαρεῖη· καὶ τάδε τοὶ ἐκέλυσε εἰπεῖν, ἢν μὴ ἀποκτίνῃςμ ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι. ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγῶ».
111.
ταῦτα ἀκούσας ὁ βουκόκος καὶ ἀναλαβὼν τὸ παιδίον ἤίε τὴν αὐτῆν ὀπίσω ὁδὸν καὶ ἀπικέεται ἐς τὴν ἔπαυλιν. τῷ δ᾽ἄρα καὶ αὐτῷ ἡ γυνή, ἐπίτεξ ἐοῦσα πᾶσαν `ἠμέρην, τότε κως κατὰ δείμονα τίκτει οἰχομένου τοῦ βουκόλον ἐς πόλιν ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων περὶ, ὂ μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων, `ἠ δὲ γθνὴ ὅ τι οὐκ ἐωθως ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτὴς τὸν ἄνδρα. ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη, οἷα ἐξ ἀέλπου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μὲν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο. ὁ δὲ εἶπε «ὤ γύναι, εἶδον τε ἐς πόλιν έλθὼν καὶ ἤκουσα τὸ μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους. οἶκος μὲν πᾶς Ἁρπαγου κλαυθμῷ κατεἶχετο ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω. ὡς δὲ τάχιστα ἐσήλθων, ὁρέω παιδίον προκείμενον ἀσπαῖρον τε καὶ κραυγανόμενον, κεκοσμημένον χρυσῷ τε καὶ ἐσήτι ποικίλῃ. Ἅρπαγος δὲ ὡς εἶδε με, ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ ἔνθα θηριωδέστατον εἶη τῶν ὁρέων, φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι, πόλλ᾽ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι. καὶ ἐγὼ ἀναλαβὼν ἔφερον, δοκέων τῶν τινος οἰκετέων εἶναι· οὐ γὰρ ἄν κοτὲ καρέδοξα ἔνθεν γε ὁρέων χρύσῷ τε καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάργου. καὶ πρόκατε δὴ κατ᾽ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος, ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κῦρου, καὶ μιν Ἀστυάγης ἐντέλλεται ἀποκτείναι. νῦν τε ὅδε ἐστὶ».
112.
ἄμα δὲ ταῦτα ἔλεγε ὁ βουκόλολς καὶ ἐκκαλύψας ἀπεδείκνυε. ἣ δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὴς ἐόν, δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν. ὁ δὲ οὐκ ἔφη οἵός τ᾽εἶναι ἄλλως αὐτὰ ποιέειν ἐπιφοιτήσειν γὰρ καρασκόπους ἐξ Ἁρπάγου ἐποψομένους, ἀπολέεσθαί τε κάκιστα ἣν μὴ σφεα ποιήσῃ. ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα, δευτέρα λέγει ἡ γυνὴ τάδε. «ἐπεὶ τοίνυν οὐ δύναμαι σε πείθειν μὴ ἐκθεῖναι, σὺ δὲ ὧδε ποίησον, εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον. τέτοκα γὰρ καὶ ἐγὼ, τέτοκα δὲ τεθνεὸς. τοῦτο μὲν φέρον πρόθες, τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν. καὶ οὕτω οὔτε σύ ἀλώσεαι ἀδικέων τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται· ὅ τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ ὁ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν».
113.
κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν ἡ γυνὴ, καὶ αὐτίκα ἐποίεε ταῦτα· τὸν μὲν ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν παραδίδοῖ τῇ ἐωυτοῦ γυναικὶ, τὸν δε ἑωυτοῦ ἐόντα νεκρὸν λαβῶν ἔθεκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἑτερον· κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδὸς, φέρων ἐς τὸ ἐρμημότατον τῶν ὀρέων τίθει. ὡς δὲ τρίτη ἡεμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο, ἤιε ἐς πόλιν ὁ προσβοσκῶν φύλακον αὐτοῦ καταλιπων, ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἔτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν. πέμψας δὲ Ἄρπαγος τῶν ἐωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον, καὶ τὸ μὲν ἐτέθαπτο, τὸν δὲ ὕστερον τοὺτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου, οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη.
114.
καὶ ὄτε ἦν δεκαέτης ὁ παῖς, πρῆγμα ἐς αὐτὸν τοιόνδε γενόμενον εξέφηνέ μιν. ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολία αὖται, ἔπαιζε δὲ μετ᾽ἄλλων ἡλίκων ἐν ὁδῷ. καὶ οἰ παῖδες παίζοντες εἴλοντο ἐωυτῶν βασιλέα εἶναι τούτον δῆ τὸν τοῦ βοθκόλου ἐπίκλησιν παὶδα. ὁ δὲ αὐτῶν διέταξε τούς μὲν οἰκίας οἰκοδομέειν, τοὺς δὲ δορυφόρους εἶναι, τὸν δὲ κου τινὰ αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι, τῷ δὲ τινὶ τὰς ἀγγέλιας φέρειν ἐδίδου γέρας, ‘ως ἐκάστῳ ἔργον προστάσσων. εἶς δὴ τούτων τῶν παίδων συμπαίζων, ἐὼν Ἀρτεμβάρεος παῖς ἀνδρὸς δοκίμου ἐν Μήδοισι, οὑ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κῦρου, ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν, πειθομένων δὲ τῶν παίδων ὁ Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγέων. ὁ δὲ δὴ ἐπείτε μετείθη τάχιστα, ὡς γε δὴ ἀνάξια ἑωυτοῦ παθῶν, μᾶλλον τι περιημέκτεε, κατελθῶν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε, λέγων δὲ οὐ Κύρπυ (οὐ γὰρ κω ἦν τοῦτο τοὔνομα), ἀλλὰ πρὸς τοὺ Ἀστυάγεος παὶδὸς. ὁ δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθῶν παρὰ τὸν Ἀστυάγεα καὶ ἄμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρῆγματα ἔφη πεπονθήναι, λέγων «ὦ βασιλεῦ, ὑπὸ τοῦ σοῦ δοῦλου, βουκόλου δὲ παιδὸς ὧδε περιυβρίσμεθα», δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους.
115.
ἄκούσας δὲ καὶ ἰδὼν Ἀστυάγες, θέλων τιμωρῆσαι τῴ παιδί τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα, μετεπέμπετο τον τε βουκόλον καὶ τὸν παὶδα. ἐπείτε δὲ παρῆσαν ἀμφότεροι, βλέψας πρὸς τὸν Κύρον ὁ Ἀστυάγες ἔφη “σύ δὴ εὼν τοῦδε τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντας πρῶτου παρ’ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν;» ὁ δὲ ἀμείβετο ὧδε. «ὦ δέσποτα, ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ. οἱ γὰρ με ἐκ τῆς κώμης παῖδες, τῶν καὶ ὅδε ἢν, παίζοντες σφέων αὐτῶν ἐστήσαν το βασιλέα· ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος μέν νυν ἄλλοι ἐπιτασσόμενα ἐπετέλεον, οὔτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἴχε οὐδένα, ἐς ὃ ἔλαβε τὴν δίκην. εἰ ὦν δὴ τοὺδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί, ὄδε τοὶ πάρειμι.
116.
ταῦτα λέγοντες τοῦ παιδὸς τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ, καὶ οἱ ὄ τε χαρακτὴρ τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς έωυτὸν καὶ ἡ ύπόκρισις ἐλευθερωτέρη εἶναι, ὄ τε χρόνος τῆς ἐκθέσιoς τῇ ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν. ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν· μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε, θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα, ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ, «Ὰρτέμβαρες, ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὴν ἐπιμέμφεσθαι.» τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει, τὸν δὲ Κῦρον ἦγον ἔσω οἰ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος, ἐπεὶ δὲ ὑπελέλειπτο ὁ βουκὁλος μοῦνος, μουνόθεν, τάδε αῦτὸν εἴρετο ὁ Ἀστυάγεος, κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη ὁ παραδούς. ὁ δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἐπί παρ᾽ἑωυτῴ. Ἀστυάγης δὲ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι, ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν. ὁ δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον· ἀρχόμενος δὲ ἀπ`ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος, καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμεν ἑωυτῷ κελεύων ἔχειν αὐτόν.
117 .
Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο, Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλἐειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε. ὠς δὲ οἱ παρῆν ὁ Ἅρπαγος, εἴρετο μιν ὁ Ἀστυάγης «Ἅρπαγε, τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαω τόν τοι παρέδοκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς;» ὁ Ἅρπαγος ὡς εἶδε τόν βουκόλον ἔνδον ἐόντα, οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν, ἵνα μὴ ἐλεγχόμενος ἀλίσκεται, ἀλλὰ λέγει τάδε. «ὧ βασιλεῦ, ἐπείτε παρέλαβον τὁ παιδίον ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον, καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ τε εἴεν αὐθέντης. Ποιέω δὲ ὧδε· καλέσας τὸν βουκόλον τόνδε παραδίδομι τὸ παιδίον, φὰς σέ τε εἶναι τόν κελεύοντα ἀποκτεῖναι αὐτό. Καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην· σύ γὰρ ἐντέλλεω οὗτο. Παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος, θεῖναι μιν ἐς ἐρημον ὅρος καὶ παραμένοντα φυλάσσειν ἂχρι οὗ τελευτήσῃ, ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ. ἐπείτε δὲ ποιήσαντος τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον, πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἴδον δι᾽ἐκείνων καὶ ἐθαψά μιν. οὕτω ἔσχε ὦ βασιλεῦ περὶ τοῦ πρήγματος τούτου, καὶ τοιούτῳ μόρῳ ἐχρήσατο ό παῖς.»
118.
Ἅρπαγος μὲν ὼς δὴ τόν ἰθὺν ἔφαινε λόγον· Ἀστυάγης δὲ κρύπτων τὸν οἱ ἐνεῖχε χόλον διὰ τὸ γεγονός πρῶτα μὲν, κατά περ ἤκουσε αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρῆγμα, πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ, μετὰ δὲ ὣς οἱ ἐπαλιλλόγητο, καταβαίνε λέγων ὡς περίεστί τε ὁ παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς· «τῷ τε γὰρ πεποιημένῳ» ἔφη λέγων «ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως, καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην. ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης, τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀποπέμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα, τοῦτο δὲ (σῶστρα γὰρ τοῦ παῖδος μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη προσκέεται) πάρισθι μοι ἐπὶ δεῖπνον.
119.
Ἅρπαγος μὲν ώς ἤκουσι ταῦτα, προσκυνήσας καὶ μεγάλα ποιησάμενος ὅτι τε ἡ ἁμαρτὰς οί ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο, ἤιε ἐς τὰ οἰκία. ἐσελθὼν δὲ τὴν ταχίστην, ἦν γὰρ οἱ παῖς εἷς μοῦνος ἔτεα τρία καὶ δέκα κου μάλιστα γεγονώς, τοῦτον εκπέμπεν ἰέναι τε κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν ὅ τι ἂν ἐκεῖνος κελεύῃ, αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα. Ἀστυάγης δὲ, ὥς οἱ ἀπίκετο ό Άρπάγου παῖς, σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελθὼν τὰ μὲν ὤλτησε τὰ δὲ ἥψησε τῶν κρεῶν, εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα. ἐπείτε δὲ τῆς χὥρης γινομένης τοῦ δεῖπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες και ὁ Ἅρπαγος, τοῖσι μέν ἄλλοισι καἰ αὐτῷ Ἀστυάγει παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν, Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωτοῦ, πλῆν κεφαλῆς τε καὶ ἄκρῶν χειρῶν τε καὶ ποδῶν, τἄλλα πάντα· ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα, ὡς δὲ τῷ Ἁρπάγῳ ἐδὁκεε ἅλις ἔχειν τῆς βορῆς, Ἀστυάγης εἴρετο μιν εἰ ἡσθείε τι τῇ θοίνῃ. φαμένου δὲ Ἁρπάγου καὶ κάρτα ἡσθῆναι, παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλῆν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τὰς πόδας. Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν. πειθόμενος δὲ ὁ Ἅρπαγος καὶ ἀποκαλύπτῶν ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα, ἰδὼν δὲ οὕτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται. εἴρετο δὲ αὐτὸν ὁ Ἀστυάγης εἰ γινώσκοι ὅτευ θηρίου κρέα βεβρώκοι. ὁ δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἄν βασιλεὺς ἔρδῃ. τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία, ἐνθεῦτεν δὲ ἔμελλε, ὡς ἐγὼ δοκέω, ἁλίσας θάψειν τὰ πάντα.
120.
Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε, Κύρου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιὸν οἱ ταύτῃ ἔκριναν. ἀπικομένους δὲ εἴρετο ὁ Ἀστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν. οἵ δὲ κατὰ ταὐτὰ εἶπαν λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα, εἰ επέζωσε καὶ μὴ ἀπέθανε πρότερον. ὁ δὲ αμείβεται αὐτοὺς τοῖσιδε. «ἔστι δὲ ὁ παῖς καὶ περίεστι, καὶ μιν επ᾽ἀγροῦ διαιτώμενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα. ὁ δὲ πάντα ὅσα περ οἱ ἀληθεὶ λόγῳ βασιλέες ἐτελέωσε ποιήσας· καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε. καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν;» εῖπαν οἱ Μάγοι «εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε ὁ παῖς μὴ ἐκ προνοίης τινός, θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν· οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει. Παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε, καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται». ἀμείβεται ὁ Ἀστυάγης τοῖσιδε. «καὶ αὐτὸς ὦ Μάγοι ταύτῃ πλεῖστος γνῶμην εἰμί, βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καὶ μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν. ὅμως μὲν γέ τοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῶ ἐμῷ καὶ ὑμῖν». εἶπαν πρὀς ταῦτα οἱ Μάγοι «ὦ βασιλεῦ, καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι αρχὴν τὴν σὴν. κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην, καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα προς Περσέων, ἐόντες ξεῖνοι· σέο δ᾽ἐνεστεῶτος βασιλέος, ἐόντος πολιήτεω, καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν. οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί. καὶ νὺν εἰ φοβερὸν τι ἐνωρῶμεν, πᾶν ἂν σοὶ προεφράζομεν. νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φαῦλον, αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα. τον δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀποπέμψαι ἐς Πέρσας τε καὶ τοῦς γειναμένους.»
121.
ἀκούσας ταῦτα ό Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε. «ὦ παῖ, σὲ γὰρ ἐγὼ δι᾽ὂψιν ὀνείρου οὐ τελέην ἠδίκεον. τῇ σεωυτοῦ δὲ μοίρῃ περίεις· νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας, πομποὺς δὲ ἐγὼ ἅμα πέμψω. ἐλθὼν δὲ ἐκεὶ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ.»
122.
ταῦτα εἶπας ὁ Ἀστυάγης ἀποπέμπει τὸν Κύρον. νοστήσαντα δὲ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γενάμενοι, καὶ δεξάμενοι ὡς ἐπύθοντο, μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τὸτε τελευτῆσαι, ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο. ὁ δὲ σφι ἔλεγε, φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλ᾽ ἡμαρτηκέναι πλεῖστον, κατ᾽ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην· ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς, απὸ δὲ τῆς κεῖθην ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι. τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου τοῦ γυναικός, ἤιέ τε ταύτην αἰνέων διὰ παντὸς, ἦν τέ οἱ ἐν τῷ λόγῷ τὰ πάντα ἡ Κυνώ. οἱ δὲ τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο, ἵνα θειοτέρως δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναι σφι ὁ παῖς, κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε. ἐνθεῦτεν μὲν ἡ φάτις αὕτη κεχώρηκε.
123.
Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδριοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο ὁ Ἁρπαγος δῶρα πέμπων, τίσασθαι Ἀστυάγεα ἐπιθυμέων· ἀπ᾽ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμορίην ἐσομένην ἐς Ἀστυάγεα, Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον, τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος. Πρὸ δ᾽ἔτι τούτου τάδε οἱ κατέργαστο· ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους, συμμίσγων ἑνὶ ἑκάστῳ ὁ Ἅρπαγος τῶν πρώτον Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης. Κατεργασμένου δὲ τούτου καὶ ἐόντος ἑτοίμου, οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνῶμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομενέων, ὁ δὲ ἐπιτεχνᾶται τοιόνδε· λαγὸν μηχανησάμενος, καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν αποτίλας, ὡς δὲ εἶχε οὕτω ἐσέθεκε βυβλίον, γραψας τά οἱ ἐδόκεε· ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα, καὶ δίκτυα δοῦς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ, ἀπέστελλε ἐς τοὺς Πέρσας, ἐντειλάμενος οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπεῖπειν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι.
124.
ταῦτὰ τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ ὁ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε· εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο, τά δὲ γράμματα ἔλεγε τάδε. «ὦ παῖ Καμβύσεω, σὲ γὰρ θεοὶ ἐπορῶσι· οὐ γὰρ ἂν κοτέ ἐς τοσοῦτο τύχης απίκευ· σύ νυν Ἀστυάγεα τὸν σεωτοῦ φονέα τῖσαι. κατὰ μὲν γὰρ τῆν τούτου προθυμίην τέθνηκας, τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις· τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι, σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη, καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα, ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδοκα τῷ βουκόλῳ. σύ νυν, ἢν βούλῃ ἐμοὶ πείθεσθαι, τῆς περ Ἀστυάγης ἂρχει χώρης, ταύτης ἀπάσης ἄρξεις. Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατελάτεε ἐπὶ Μήδους· καὶ ἢν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατεγὸς ἀντία σεῦ, ἔστι τοι τὰ σὺ βούλεαι, ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων· πρῶτοι γὰρ οὕτοι ἀποστάντες ἀπ᾽ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται. ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντας, ποιέε ταῦτα καὶ κατὰ τάχος.
125
ἀκοῦσας ταῦτα ὁ Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι, φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εῖναι· ἐποίεε δὴ ταῦτα. γράψας ἐς βυβλίον τὰ ἐβούλετο, ἁλίην τῶν Περσέων ἐποιήσατο, μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι. «νῦν τε», ἔφη λέγων, «ὦ Πέρσαι, προαγορεύω ὑμὶν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον. Κῦρος μὲν ταῦτα προηγόρευσε. ἔστι δὲ Περσέων συχνὰ γένεα, καὶ τὰ μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων. ἔστι δὲ τάδε, ἐξ ὧν ὧλλοι πάντες ἀρτέαται Πέρσαι, Πασαργάδαι, Μαράφιοι, Μάσπιοι. τούτων Πασαργάδαι εἰσὶ ἄριστοι, ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη, ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι. ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε, Πανθιαλαῖοι, Δηρουσιαῖοι, Γερμάνιοι. οὕτοι μὲν πάντες ἀροτῆρες εἰσὶ, οἱ δὲ ἄλλοι νομάδες, Δάοι, Μάρδοι, Δροπικοὶ, Σαγάρτιοι.
126.
ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον, ἐνθαῦτα ὁ Κῦρος, ἦν γάρ τις χῶρος τῆς Περσικῆς ἀκανθώδης ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους ἤ εἴκοσι πάντῃ. τοῦτον σφι τὸν χῶρον προεῖπε ἐξημερῶσαι ἐν ἡμέρῃ. ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον, δεύτερα σφι προείπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους. ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια ὁ Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυσε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατὸν, πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι. ἀπικομένους δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε. ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν, εἴρετο σφέας ὁ Κῦρος κότερα τὰ τῇ προτερείῃ εἶχον ἢ τὰ παρεοντα σφι εἴη αἱρετώτερα. οἵ δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον· τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν, τὴν δὲ τὸτε παρεοῦσαν πάντα ἀγαθά. παραλαβὼν δὲ τοῦτο τὸ ἔπος ὁ Κῦρος παρεγύμνου τὸν πάντα λόγον, λέγων «ἄνδρες Πέρσαι, οὕτω ὑμῖν ἔχει. βουλομένοισι μὲν ἐμέο πείθεσθαί ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθὰ, οὐδένα πόνον δουλοπρεπέα ἔχουσι, μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι. νῦν ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι. αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι, καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φαυλοτέρους οὔτε τἄλλα οὔτε τὰ πολέμια. ὡς ὦν ἐχόντων ὧδε, ἀπίστασθε ἀπ᾽Ἀστυάγεος τὴν ταχίστην».
127.
Πέρσαι μέν νυν προστάτεω ἐπιλαβόμενοι, ἄσμενοι ἐλευθεροῦντο, καὶ πάλαι δεινὸν ποιεύμενοι ὑπὸ Μήδων ἄρχεσθαι. Ἀστυάγης δὲ ὡς ἐπύθετο Κῦρον ταῦτα πρήσσοντα, πέμψας ἆγγελον ἐκάλεε αὐτὸν. ὁ δὲ Κῦρος ἐκέλευε τὸν ἄγγελον
ἀπαγγέλλειν ὅτι πρότερον ἥξοι παρ᾽ἐκεῖνον ἢ Ἀστυάγης αὐτὸς βουλήσεται. ἀκούσας δὲ ταῦτα ὁ Ἀστυαγης Μήδους τε ὥπλισε πάντας, καὶ στρατεγὸν αὐτῶν ὥστε θεοβλάβης ἐὼν Ἅρπαγον ἀπέδεξε, λήθην ποιεύμενος τά μιν ἐόργεε. ὡς δὲ οἱ Μῆδοι στρατευσάμενοι τοῖσι Πέρσῃσι συνεμίσγον, οἳ μὲν τινες αὐτῶν ἐμάχοντο, ὅσοι μὴ τοῦ λόγου μετέσχον, οἳ δὲ αὐτομόλεον πρὸς τοὺς Πέρσας, οἱ δὲ πλεῖστοι ἐθελοκάκεόν τε καὶ ἔφευγον.
128.
διαλυθέντος δὲ τοῦ Μηδικοῦ στρατεύματος αἰσχρὸς, ὡς ἐπύθετο τάχιστα ὁ Ἀστυάγης, ἔφη ἀπειλέων τῲ Κύρῳ «αλλ᾽οὐδ᾽ὣς Κῦρός γε χαιρήσει.» τοσαῦτα εἶπας πρῶτον μὲν τῶν Μάγων τοὺς ὀνειροπόλους, οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον, τούτους ἀνεσκολόπισε, μετὰ δὲ ὥπλισε τοὺς ὑπολειφθέντας ἐν τῳ ἄστεϊ τῶν Μήδων, νέους τε καὶ πρεσβύτας ἄνδρας. ἐξαγαγὼν δὲ τούτους καὶ συμβαλὼν τοῖσι Πέρσῃσι ἐσσώθη, καὶ αὐτός τε Ἀστυάγης ἐζογρήθη καὶ τοὺς ἐξήγαγε τῶν Μήδων ἀπέβαλε.
129.
ἐόντι δὲ αἰχμαλώτῳ τῲ Ἀστυάγεϊ προσστὰς ὁ Ἅρπαγος κατέχαιρέ τε καὶ κατεκερτόμεε, καὶ ἄλλα λέγων ἐς αὐτὸν θυμαλγέα ἔπεα, καὶ δὴ καὶ εἴρετο μιν πρὸς τὸ ἑωυτοῦ δεῖπνον, τὸ μιν ἐκεῖνος σαρξὶ τοῦ παιδὸς ἐθοίνησε, ὅ τι εἴη ἡ ἐκείνου δουλοσύνε ἀντὶ τῆς βασιληίης. ὁ δὲ μιν προσιδὼν ἀντείρετο εἰ ἑωυτοῦ ποιέεται τὸ Κύρου ἔργον. Ἅρπαγος δὲ ἔφη, αὐτὸς γὰρ γράψαι, τὸ πρῆγμα ἑωυτοῦ δὴ δικαίως εἶναι. Ἀστυάγης δὲ μιν ἀπέφαινε τῷ λόγῳ σκαιότατόν τε καὶ ἀδικώτατον ἐόντα πάντων ἀνθρώπων, σκαιότατον μέν γε, εἰ παρεὸν αὐτῷ βασιλέα γενέσθαι, εἰ δὴ δι’ἑωυτοῦ γε ἐπρήχθε τὰ παρεόντα, ἄλλῳ περιέθηκε τὸ κράτος, ἀδικώτατον δὲ, ὅτι τοῦ δείπνου εἵνεκεν Μήδους κατεδούλωσε. εἰ γὰρ δὴ δεῖν πάντως περιθεῖναι ἄλλῳ τεῷ τῆν βασιληίην καὶ μὴ αὐτὸν ἔχειν, δικαιότερον εἶναι Μήδων τεῷ περιβαλεῖν τοῦτο τὸ ἀγαθὸν ἢ Περσέων. νῦν δὲ Μήδους μὲν ἀναιτίους τούτου ἐόντας δούλους ἀντὶ δεσποτέων γεγονέναι, Πέρσας δὲ δούλους ἐόντας τὸ πρὶν Μήδων γεγονέναι δεσπότας.
130.
Ἀστυάγης μὲν νῦν, βασιλεύσας ἐπ’ ἔτεα πέντε καὶ τριήκοντα οὕτω τῆς βασληίης κατεπαύσθη, Μῆδοι δὲ ὑπέκυψαν Πέρσῃσι διὰ τὴν τούτου πικρότατο, ἄρξαντες τῆς ἄνω Ἅλυος ποταμοῦ Ἀσίης ἐπ’ ἔτεα τριήκοντα καὶ ἑκατὸν δυῶν δέοντα, πάρεξ ἤ ὅσον οἱ Σκύθαι ἢρχον. ὑστέρῳ μέντοι χρόνῳ μετεμέλησέ τέ σφι ταῦτα ποιήσασι καὶ ἀπέστησαν ἀπὸ Δαρείου, ἀποστάντες δὲ ὀπίσω κατεστράφθησαν μάχῃ νικηθέντες. τότε δὲ ἐπὶ Ἀστυάγεος οἱ Πέρσαι τε καὶ ὁ Κῦρος ἐπαναστάντες τοῖσι Μήδοισι ἦρχον τὸ ἀπὸ τούτου τῆς Ἀσίης. Ἀστυάγεα δὲ Κῦρος κακὸν οὐδὲν ἄλλο ποιήσας εἶχε παρ’ ἑωυτῳ, ἐς ὃ ἐτελεύτησε. οὕτω δὴ Κῦρος γενόμενός τε καὶ τράφεις ἐβασίλευσε καὶ Κροῖσον ὕστερον τούτων ἄρξαντα ἀδικίης κατεστρέψατο, ὡς εἴρηταί μοι πρότερον, τοῦτον δὲ καταστρεψάμενος οὕτω πάσης τῆς Ἀσίης ἦρξε.
131.
Πέρσας δὲ οἶδα νόμοισι τοιοίσιδε χρεωμένους, ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι, ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι, ὡς μὲν ἐμοὶ δοκέειν, ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατὰ περ οἱ Ἕλληνες εἶναι· οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν, τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες· θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι.
τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν, ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν, παρὰ τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων. καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα, Ἀράβιοι δὲ Ἀλιλάτ, Πέρσαι δὲ Μίτραν.
132.
θυσίη δὲ τοῖσι Περσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε· οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι· μέλλοντες θύειν, οὐ σπονδῇ χρέωνται, οὐκὶ αὐλῷ, οὐ στέμμασι, οὐκὶ οὐλῇσι· τῶν δὲ ὡς ἑκάστῳ θύειν θέλῃ, ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεὸν, ἐστεφανωμένος τὸν τιάραν μυρσίνῃ μάλιστα. ἐωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγίνεται ἀρᾶσθαι ἀγαθά, ὁ δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι· ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται. ἐπεὰν δὲ διαμιστύλας κατὰ μέλεα ἱρήιον ἑψήσῃ τὰ κρέα ὑποπάσας ποίην ὡς ἀπαλωτάτην, μάλιστα δὲ τὸ τρίφυλλον, ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα. διαθέντος δὲ αὐτοῦ Μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην, οἵην δὴ ἐκεῖνοι λέγουσι εῖναι τὴν ἐπαοιδὴν· ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι. ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται ὁ θύσας τὰ κρέα καὶ χρᾶται ὅ τι μιν λόγος αἱρέει.
133.
ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμὰν νομίζουσι τῇ ἕκαστος ἐγένετο. ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαίευσι προτίθεσθαι· ἐν τῇ οἰ εὐδαίμονες αὐτῶν βοῦν καῖ ἵππον καὶ κάμελον καὶ ὄνον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοισι, οἱ δὲ πένητες αὐτῶν τὰ λέπτα τῶν προβάτων προτιθέαται. σίτοισι δὲ ὀλίγοισι χρέωνται, ἐπιφορήμασι δὲ πολλοίσι καὶ οὐκ ἁλέσι· καὶ διὰ τοῦτο φασὶ Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὁτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον· εἰ δὲ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ παύεσθαι. οἴνῳ δὲ κάρτα προσκέαται, καὶ σφι οὐκ έμέσαι ἔξεστι, οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου. ταῦτα μὲν νυν οὕτω φυλάσσεται, μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων· τὸ δ᾽ἂν ἅδῃ σφι βουλευομένοισι, τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ ὁ στέγαρχος, ἐν τοῦ ἂν ἐόντες βουλεύωνται, καὶ ἤν μὲν ἅδῃ καῖ νήφουσι, χρέωνται αὐτῷ ἢν δὲ μὴ ἅδῃ, μετιεῖσι. Τὰ δ᾽ἂν νήφοντες προβουλεύσωνται, μεθυσκόμενοι ἐπιδιαγινώσκουσι.
134.
ἐντυγχάνοντες δ’ἀλλήλοισι ἐν τῇσι ὁδοίσι, τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἰ συντυγχάνοντες· ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι· ἢν δὲ ᾖ οὕτερος ὑποδέεστερος ὀλίγῳ, τὰς παρειὰς φιλέονται· ἢν δὲ πολλῷ ᾖ οὕτερος ἀγεννέστερος, προσπίπτων προσκυνέει τὸν ἕτερον. τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς, δεύτερα δὲ τοὺς δευτέρους· μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι· ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται, νομίζοντες ἐωυτοὺς εἶναι ἀνθρῶπων μακρῷ τὰ πάντα ἀρίστους, τοὐς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι, τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι. ἐπὶ δὲ Μήδων ἀρχὸν τῶν κὰι ἦρχε τὰ ἔθνεα ἀλλήλων, συναπάντων μὲν Μῆδοι κὰι τῶν ἄνχιστα οἰκεόντων σφίσι, οὕτοι δὲ καὶ τῶν ὀμούρων, οἳ δὲ, μάλιστα τῶν εχομένων, κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τινῶσι· προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον.
135.
ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα. καὶ γὰρ δὴ τὴν Μεδικὴν ἐσθῆτα νομίσοντες τῆς ἐωυτῶν εἶναι καλλίω φορέουσι, καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας· καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύοθσι, καὶ δὲ καὶ απ᾽Ἑλλήνων μαθόντες παισὶ μίσγονται. γαμένουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναίκας, πολλῷ δ᾽ἔτι πλεῦνας πολλακὰς κτῶνται.
136.
ἀνδραγαθίη δὲ αὐτη ἀποδέδεκται, μετὰ τὸ μάχεσθαι εἶναι ἀγαθόν, ὅς ἀν πολλοὺς ἀποδέξῃ παῖδας· τῷ δὲ τοὺς πλείστους ἀποδεικνύτι δῶρα ἐκπέμπει βασιλεὺς ἀνὰ πᾶν ἔτος. τὸ πολλὸν δ᾽ἡγέαται ἰσχυρὸν εἶναι. παιδεύουσι δὲ τοὺς ἀπὸ πενταέτεος ἀρξάμενοι μέρχι εἰκοσαέτεος τρία μοῦνα, ἰχνεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι. πρὶν δὲ ἢ πενταέτης γένηται, οὐκ ἀπικνέεται ἐς ὄψιν τῷ πατρί, ἀλλὰ παρὰ τῇσι γυναιξὶ δίαιταν ἔχει. τοῦδε δὲ εἵνεκα τοῦτο οὕτω ποιέεται, ἵνα ἢν ἀποθάνῃ τρεφόμενος, μηδεμίαν ἄσην τῷ πατρὶ προσβάλῃ.
137.
αἰνέω μέν νυν τόνδε δὲ τὸν νόμον, αἰνέω δὲ καὶ τόνδε, τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν, μήτε τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν· ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων, οὕτω τῷ θυμῷ χράται. ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μετέρα, ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα εγένετο, πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαία ἐόντα ἢ μοιχίδια· οὐ γὰρ δή φασι οἰκὸς εἶναι τον γε ἀληθέως τοκέα ὑπὸ τοῦ, ἑωυτοῦ παιδὸς ἀποθνήσκειν.
138.
ἅσσα δε σφι ποιέειν οὐκ ἔξεστι, ταῦτα οὐδὲ λέγειν ἔψεστι. αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται, δεύτερα δὲ τὸ ὀφείλειν χρέος, πολλῶν μὲν καὶ ἄλλων εἵνεκα, μάλιστα ἀναγκαίην φασὶ εἶναι τὸμ ὀφείλοντα καὶ τι ψεῦδος λέγειν. ὅς ἄν δὲ τῶν ἀστῶν λέπρην ἢ λεύκην ἔχῃ, ἐς πόλιν οὗτος οὐ κατέρχεται οὐδὲ συμμίσγεται τοῖσι ἄλλοισι Πέρσῃσι· φασὶ δὲ μιν ἐς τὸν ἥλιον ἁμαρτὸντα τι ταῦτα ἔχειν. ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης, καὶ τὰς λευκὰς περιστερὰς, τὴν αὐτὴν αἰτίην ἐπιφέροντες. ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὐτε ἐμπτύουσι, οὐ χεῖρας ἐναπονίζόνται, οὐδὲ ἄλλον οὐδενα περιορέωσι, ἀλλὰ σέβονται ποταμοὺς μάλιστα.
139.
καὶ τὸδε ἄλλο σφι ὧδε συμπέπωκε γίνεσθαι, τὸ Πέρσας μὲν αὐτοὺς λέληθε, ἡμέας μέντοι οὔ· τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσαι πάντα ἐς τὠυτὸ γράμμα, τὸ Δωριέες μὲν σαν καλέουσι, Ἴωνες δὲ σίγμα· ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα, οὐ τὰ μὲν τὰ δ᾽οὔ, ἀλλὰ πάντα ὁμοίως.
140.
ταῦτα μὲν ἀτρεκέως ἔχω περὶ αὐτων εἰδὼς εἰπεῖν· τάδε μέντοι ὡς κρυπτόμενα λέγεται καὶ οὐ σαφηνέως περὶ τοῦ ἀποθανόντος, ὡς οὐ πρότερον θάπτεται ἀνδρὸς Πέσεω νέκυς πρὶν ἂν ϋπ᾽ὄρνιθος ἢ κυνὸς ἐλκύθσῇ. Μάγους μὲν γὰρ ἀτρεκέως οἶδα ταῦτα ποιέοντας· ἐμφανέως γὰρ δὴ ποιεῦσι. κατακηρώσαντες δὲ ὦν τὸν νέκυν Πέρσαι γῆ κρύπτουσι. Μάγοι δὲ κεχωρίδαται πολλὸν τῶν τα ἄλλων ἀνθτρωπων καὶ τῶν ἐν Αἰγύπτῳ ἱρέων. οἲ μὲν γὰρ ἀγνεούσι ἔμψυχον μηδὲν κτείνειν, εἰ μὴ ὄσα θύουσι· οἱ δὲ δὴ Μάγοι αὐτοχειρίῃ πάντα πλὴν κυνὸς καὶ ἀνθρώπου κτείνουσι, καὶ αγνώνισμα μέγα τοῦτο ποιεῦνται, κτείνοντες ὁμοίως μύρμηκὰς τε καὶ ὄφις καὶ τἆλλα ἑρπετὰ καὶ πετεινὰ. Καὶ ἀμφὶ μὲν τῷ νόμῳ τούτῳ ἐχέτω ὡς καὶ ἀρχὴν ἐνομίσθε, ἄνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον.
141.
Ἴωνες δὲ καὶ Αἰολέες, ὁς οἱ Λυδοὶ τάχιστα κατεστράφατο ὑπὸ Περεσέων, ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον, ἐθέλοντες ἐπὶ τοῖσι αὐτοισι εἶναι τοῖσι καὶ Κροίσῳ ἦσαν κατήκοοι. ὁ δὲ ἀκούσας αὐτῶν τὰ προΐσχοντο ἔλξσὲ σφι λόγον, ἄνδρα φὰς αὐλητὴν ἰδόντα ἰχθῦς ἐν τῇ θαλάσσῇ αὐλέειν, δοκέοντα σφέας ἐξελεύσεσθαι ἐς γῆν. ὡς δὲ ξευσθῆναι τῆς ἐλπίδος, λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεὶν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι, ἰδόντα δὲ παλλομένους εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς «παύεσθέ μοι ὀρχεόμενοι, ἐπεῖ οὐδ᾽ἐμέο αὐλλεοντος ἠθέλετε ἐκβαίνειν ὀσχεόμενοι.» Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε, ὅτι δὴ οἱ Ἴωνες πρότερον αὐτοῦ Κύρου δεηθέντος δι᾽ἀγγέλων ἀπιστάσθαι σφέας ἀπὸ Κροίσου οὐκ ἐπείθοντο, τότε δὲ κατεργασμένων τῶν πρηγμάτων ἦσαν ἕτοιμοι πείθεσθαι Κύρῳ. ὅ μὲν δὴ ὀργῇ ἐχόμενος ἔλεγε σφι τάδε· Ἴωνες δὲ ὡς. ἤκουσαν τούτων ἀνεν ειχθέντων ἐς τὰς πόλιας τείχεά τε περιεβάλοντο ἕκαστοι καὶ συνελέγοντο ἐς Πανιώνιοων οἱ ἄλλοι. πλὴν Μισηλίων· πρὸς μούνους γὰρ τοῦτους ὄρκιον Κῦρος ἐποιήσατο ἐπ᾽οἷσί περ ὁ Λυδός. τοῖσι δὲ λοιποῖσι Ἴωσι ἔδοξε κοινῷ λόγῳ πέμπειν ἀγγέλους ἐς Σπάρτην δεησομένους Ἴωσι τιμωρέειν.
142.
οἱ δὲ Ἴωνες οὗτοι, τῶν καὶ τὸ Πανιώνιον ἐστὶ, τοῦ μὲν οὐρανοῦ καὶ τῶν ὡρέων ἐν τῷ καλλίστῳ ἐτύγχανον ἱδρυσάμενοι πόιλας πάντων ἀνθρώπον τῶν ἡμεὶς ἴδμεν· οὔτε τὰ ἄνὸ αὐτῆς χωρία τὠυτὸ ποιέει τῆ Ἰωνίῃ οὔτε τὰ κάτω οὔτε τὰ πρὸς τὴν ἠῶ οὔτε τὰ πρὸς τὴν ἡεσπέρην, τά μὲν ὑπὸ τοῦ ψυχροῦ τε καὶ ὑγροῦ πιεζόμενα, τὰ δὲ ὑπὸ τοῦ θερμοῦ τε καὶ αὐχμώδεος. γλῶσσαν δὲ οὐ τὴν αὐτὴν οὗτοι νενομίκασι, ἀλλὰ τρόπους τέσσερας παραγωγέων. Μίλητος μὲν αὐτέων πρώτη κέεται πόλις πρὸς μεσαμβρίην, μετὰ δὲ Μυοῦς τε καὶ Πριήνη. αὖται μὲν ἐν τῇ Καρίῃ κατοίκηνται κατὰ ταὐτὰ διαλεγόμεναι σφίσι, αἵδε δὲ ἐν τῇ Λυδίῃ· Ἔφεσος, Κολοφὼν, Λέβεδος, Τέως, Κλαζομεναὶ, Φώκαια· αὗται δὲ αἱ πόλιες τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι. ἔτι δὲ τρεῖς ὑπόλοιποι Ἰάδες πόλιες, τῶν αἱ δύο μὲν νήσους οἰκέαται, Σάμον τε καὶ Χίον, ἡ δὲ μία εν τῇ ἠπείρῳ ἵδρυται, Ἐθρυδαί. Χίος μέν νυν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται, Σάμιοι δὲ ἐπ᾽ἑωυτῶν μοῦνοι. οὗτοι χαρακτῆρες γλώσσης τέσσερες γίνονται.
143.
τούτον δὴ ὦν τῶν Ἰώνων οἱ Μιλήσιοι μὲν ἦσαν ἐν σκέτῃ τοῦ φόβου, ὅρκιον ποιησάμενοι. τοῖσι δὲ αὐτῶν νησιώτῃσι ἦν δεινὸν οὐδὲν· οὔτε γὰρ Φοίνικες ἦσάν κω Περσέων κατήκοοι, οὔτε αὐτοὶ οἱ Πέρσαι ναυβάται. Ἀπεσχίσθησαν δὲ ἀπὸ τῶν ἄλλων Ἰώνων οὕτοι κατ᾽ἄλλο μὲν οὐδὲν, ἀσθενέος